ος δ αν βλασφημηση εις το πνευμα το αγιον ουκ εχει αφεσιν εις τον αιωνα αλλ ενοχος εστιν αιωνιου κρισεως
Προς Εβραίους 9:12 - Byzantine Majority Text 2000 ουδε δι αιματος τραγων και μοσχων δια δε του ιδιου αιματος εισηλθεν εφαπαξ εις τα αγια αιωνιαν λυτρωσιν ευραμενος Περισσότερες εκδόσειςH Αγία Γραφή στη Δημοτική (Filos Pergamos) ούτε με αίμα τράγων και μοσχαριών, αλλά διαμέσου τού δικού του αίματος, μία φορά για πάντα μπήκε μέσα στα άγια, αποκτώντας αιώνια λύτρωση. Νεοελληνική Μετάφραση Λόγου μπήκε μια για πάντα στα Άγια των Αγίων, όχι στηριζόμενος σε αίμα τράγων και μοσχαριών, αλλά μέσω του δικού του αίματος, και εξασφάλισε αιώνια λύτρωση. Η Καινή Διαθήκη του Κυρίου και Σωτήρος ημών Ιησού Χριστού κατά νεοελληνικήν απόδοσιν ἐμπῆκε μιὰ γιὰ πάντα εἰς τὰ Ἅγια τῶν ἁγίων ὄχι μὲ αἷμα τράγων καὶ μόσχων ἀλλὰ μὲ τὸ δικό του αἷμα καὶ ἐξησφάλισε αἰωνίαν λύτρωσιν. Η Αγία Γραφή (Παλαιά και Καινή Διαθήκη) Ο Χριστός μπήκε μια για πάντα στα άγια των αγίων, για να προσφέρει αίμα όχι ταύρων και μοσχαριών, αλλά το δικό του αίμα· κι έτσι μας εξασφάλισε την αιώνια σωτηρία. Η Αγία Γραφή με τα Δευτεροκανονικά (Παλαιά και Καινή Διαθήκη) Ο Χριστός μπήκε μια για πάντα στα άγια των αγίων, για να προσφέρει αίμα όχι ταύρων και μοσχαριών, αλλά το δικό του αίμα· κι έτσι μας εξασφάλισε την αιώνια σωτηρία. Textus Receptus (Scrivener 1894) ουδε δι αιματος τραγων και μοσχων δια δε του ιδιου αιματος εισηλθεν εφαπαξ εις τα αγια αιωνιαν λυτρωσιν ευραμενος |
ος δ αν βλασφημηση εις το πνευμα το αγιον ουκ εχει αφεσιν εις τον αιωνα αλλ ενοχος εστιν αιωνιου κρισεως
ευλογητος κυριος ο θεος του ισραηλ οτι επεσκεψατο και εποιησεν λυτρωσιν τω λαω αυτου
προσεχετε ουν εαυτοις και παντι τω ποιμνιω εν ω υμας το πνευμα το αγιον εθετο επισκοπους ποιμαινειν την εκκλησιαν του κυριου και θεου ην περιεποιησατο δια του ιδιου αιματος
εν ω εχομεν την απολυτρωσιν δια του αιματος αυτου την αφεσιν των παραπτωματων κατα τον πλουτον της χαριτος αυτου
και αναμενειν τον υιον αυτου εκ των ουρανων ον ηγειρεν εκ των νεκρων ιησουν τον ρυομενον ημας απο της οργης της ερχομενης
ος εδωκεν εαυτον υπερ ημων ινα λυτρωσηται ημας απο πασης ανομιας και καθαριση εαυτω λαον περιουσιον ζηλωτην καλων εργων
ος ων απαυγασμα της δοξης και χαρακτηρ της υποστασεως αυτου φερων τε τα παντα τω ρηματι της δυναμεως αυτου δι εαυτου καθαρισμον ποιησαμενος των αμαρτιων ημων εκαθισεν εν δεξια της μεγαλωσυνης εν υψηλοις
ος ουκ εχει καθ ημεραν αναγκην ωσπερ οι αρχιερεις προτερον υπερ των ιδιων αμαρτιων θυσιας αναφερειν επειτα των του λαου τουτο γαρ εποιησεν εφαπαξ εαυτον ανενεγκας
ει γαρ το αιμα ταυρων και τραγων και σποδος δαμαλεως ραντιζουσα τους κεκοινωμενους αγιαζει προς την της σαρκος καθαροτητα
ποσω μαλλον το αιμα του χριστου ος δια πνευματος αιωνιου εαυτον προσηνεγκεν αμωμον τω θεω καθαριει την συνειδησιν υμων απο νεκρων εργων εις το λατρευειν θεω ζωντι
και δια τουτο διαθηκης καινης μεσιτης εστιν οπως θανατου γενομενου εις απολυτρωσιν των επι τη πρωτη διαθηκη παραβασεων την επαγγελιαν λαβωσιν οι κεκλημενοι της αιωνιου κληρονομιας
λαληθεισης γαρ πασης εντολης κατα νομον υπο μωυσεως παντι τω λαω λαβων το αιμα των μοσχων και τραγων μετα υδατος και εριου κοκκινου και υσσωπου αυτο τε το βιβλιον και παντα τον λαον ερραντισεν
ουτως και ο χριστος απαξ προσενεχθεις εις το πολλων ανενεγκειν αμαρτιας εκ δευτερου χωρις αμαρτιας οφθησεται τοις αυτον απεκδεχομενοις εις σωτηριαν
εις δε την δευτεραν απαξ του ενιαυτου μονος ο αρχιερευς ου χωρις αιματος ο προσφερει υπερ εαυτου και των του λαου αγνοηματων
και απο ιησου χριστου ο μαρτυς ο πιστος ο πρωτοτοκος των νεκρων και ο αρχων των βασιλεων της γης τω αγαπωντι ημας και λουσαντι ημας απο των αμαρτιων ημων εν τω αιματι αυτου
και αδουσιν ωδην καινην λεγοντες αξιος ει λαβειν το βιβλιον και ανοιξαι τας σφραγιδας αυτου οτι εσφαγης και ηγορασας τω θεω ημας εν τω αιματι σου εκ πασης φυλης και γλωσσης και λαου και εθνους