και λεγει αυτω ο ιησους αι αλωπεκες φωλεους εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεις ο δε υιος του ανθρωπου ουκ εχει που την κεφαλην κλινη
Κατά Ιωάννην 13:31 - Byzantine Majority Text 2000 οτε εξηλθεν λεγει ο ιησους νυν εδοξασθη ο υιος του ανθρωπου και ο θεος εδοξασθη εν αυτω Περισσότερες εκδόσειςH Αγία Γραφή στη Δημοτική (Filos Pergamos) Όταν, λοιπόν, εκείνος βγήκε έξω, ο Iησούς λέει: Tώρα δοξάστηκε ο Yιός τού ανθρώπου, και ο Θεός δοξάστηκε σ’ αυτόν. Νεοελληνική Μετάφραση Λόγου Kι όταν πια εκείνος βγήκε έξω, λέει ο Ιησούς: «Tώρα δοξάστηκε ο Γιος του Ανθρώπου και μέσω αυτού δοξάστηκε ο Θεός. Η Καινή Διαθήκη του Κυρίου και Σωτήρος ημών Ιησού Χριστού κατά νεοελληνικήν απόδοσιν Ὅταν ἐβγῆκε, εἶπε ὁ Ἰησοῦς, «Τώρα ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου καὶ ὁ Θεὸς ἐδοξάσθη δι᾽ αὐτοῦ. Η Αγία Γραφή (Παλαιά και Καινή Διαθήκη) Όταν εκείνος έφυγε, λέει ο Ιησούς: «Ήρθε τώρα η ώρα να φανερωθεί η δόξα του Υιού του Ανθρώπου κι ο Θεός να δοξαστεί εξαιτίας του· Η Αγία Γραφή με τα Δευτεροκανονικά (Παλαιά και Καινή Διαθήκη) Όταν εκείνος έφυγε, λέει ο Ιησούς: «Ήρθε τώρα η ώρα να φανερωθεί η δόξα του Υιού του Ανθρώπου κι ο Θεός να δοξαστεί εξαιτίας του· Textus Receptus (Scrivener 1894) οτε ουν εξηλθεν λεγει ο ιησους νυν εδοξασθη ο υιος του ανθρωπου και ο θεος εδοξασθη εν αυτω |
και λεγει αυτω ο ιησους αι αλωπεκες φωλεους εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεις ο δε υιος του ανθρωπου ουκ εχει που την κεφαλην κλινη
ακουσας δε ο ιησους ειπεν αυτη η ασθενεια ουκ εστιν προς θανατον αλλ υπερ της δοξης του θεου ινα δοξασθη ο υιος του θεου δι αυτης
ο δε ιησους απεκρινατο αυτοις λεγων εληλυθεν η ωρα ινα δοξασθη ο υιος του ανθρωπου
πατερ δοξασον σου το ονομα ηλθεν ουν φωνη εκ του ουρανου και εδοξασα και παλιν δοξασω
τουτο δε ειπεν περι του πνευματος ου εμελλον λαμβανειν οι πιστευοντες εις αυτον ουπω γαρ ην πνευμα αγιον οτι ιησους ουδεπω εδοξασθη
ασφαλως ουν γινωσκετω πας οικος ισραηλ οτι και κυριον και χριστον αυτον ο θεος εποιησεν τουτον τον ιησουν ον υμεις εσταυρωσατε
ο θεος αβρααμ και ισαακ και ιακωβ ο θεος των πατερων ημων εδοξασεν τον παιδα αυτου ιησουν ον υμεις μεν παρεδωκατε και ηρνησασθε αυτον κατα προσωπον πιλατου κριναντος εκεινου απολυειν
ημεις δε παντες ανακεκαλυμμενω προσωπω την δοξαν κυριου κατοπτριζομενοι την αυτην εικονα μεταμορφουμεθα απο δοξης εις δοξαν καθαπερ απο κυριου πνευματος
ινα ενδειξηται εν τοις αιωσιν τοις επερχομενοις τον υπερβαλλοντα πλουτον της χαριτος αυτου εν χρηστοτητι εφ ημας εν χριστω ιησου
ινα γνωρισθη νυν ταις αρχαις και ταις εξουσιαις εν τοις επουρανιοις δια της εκκλησιας η πολυποικιλος σοφια του θεου
τους δι αυτου πιστευοντας εις θεον τον εγειραντα αυτον εκ νεκρων και δοξαν αυτω δοντα ωστε την πιστιν υμων και ελπιδα ειναι εις θεον
την αναστροφην υμων εχοντες καλην εν τοις εθνεσιν ινα εν ω καταλαλουσιν υμων ως κακοποιων εκ των καλων εργων εποπτευσαντες δοξασωσιν τον θεον εν ημερα επισκοπης
ει τις λαλει ως λογια θεου ει τις διακονει ως εξ ισχυος ως χορηγει ο θεος ινα εν πασιν δοξαζηται ο θεος δια ιησου χριστου ω εστιν η δοξα και το κρατος εις τους αιωνας των αιωνων αμην