16 Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσεν.
Καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ· καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός.
Ἀνὴρ δὲ τελευτήσας ᾤχετο, πεσὼν δὲ βροτὸς οὐκ ἔτι ἐστί.
Ὀφθαλμὸς παρέβλεψε, καὶ οὐ προσθήσει, καὶ οὐκ ἔτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ.
Φωνὴ λέγοντος, βόησον· καὶ εἶπα, τί βοήσω; πᾶσα σὰρξ χορτὸς, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·
Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε·