13 Καὶ αἱ πόλεις ἃς δώσετε τὰς ἓξ πόλεις, φυγαδευτήρια ἔσονται ὑμῖν.
Καὶ ἐκ φυλῆς Ἰσσάχαρ τὴν Κέδες καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δεβερὶ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δαβὼρ καὶ τὰ περισπόρια αὐτῆς,
Καὶ ἔσονται αἱ πόλεις ὑμῖν φυγαδευτήρια ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, καὶ οὐ μὴ ἀποθάνῃ ὁ φονεύων ἕως ἂν στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν.
Τὰς τρεῖς πόλεις δώσετε πέραν τοῦ Ἰορδάνου, καὶ τὰς τρεῖς πόλεις δώσετε ἐν γῇ Χαναάν.
Καὶ τὰς πόλεις δώσετε τοῖς Λευίταις, τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων ἃς δώσετε φυγεῖν ἐκεῖ τῷ φονεύσαντι, καὶ πρὸς ταύταις τεσσαράκοντα καὶ δύο πόλεις.
Αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς, καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουσίως, ἵνα μὴ ἀποθάνῃ ἐν χειρὶ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἄν καταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν.