14 Καὶ ἀναστάντες οἱ ἄρχοντες Μωὰβ, ἦλθον πρὸς Βαλὰκ, καὶ εἶπαν, οὐ θέλει Βαλαὰμ πορευθῆναι μεθʼ ἡμῶν.
Καὶ ἀναστὰς Βαλαὰμ τοπρωῒ, εἶπε τοῖς ἄρχουσι Βαλὰκ, ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν, οὐκ ἀφίησί με ὁ Θεὸς πορεύεσθαι μεθʼ ὑμῶν.
Καὶ προσέθετο Βαλὰκ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους, καὶ ἐντιμοτέρους τούτων.
Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε; διατί οὐκ ἤρχου πρὸς μέ; ὄντως οὐ δυνήσομαι τιμῆσαί σε;