18 Καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ἰαζὴλ, καὶ Χασαλὼθ, καὶ Σουνὰμ,
καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδίτιν, καὶ ἐπὶ τὸν Θασιρὶ, καὶ ἐπὶ τὸν Ἰεζραὴλ, καὶ ἐπὶ τὸν Ἐφραὶμ, καὶ ἐπὶ τὸν Βενιαμὶν, καὶ ἐπὶ πάντα Ἰσραήλ.
Καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ἰσραήλ· καὶ εὗρον τὴν Ἀβισὰγ τὴν Σωμανίτιν, καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα.
Καὶ εἶπεν αὐτῇ, εἰπον δὴ πρὸς Σαλωμὼν τὸν βασιλέα, ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ, καὶ δώσει μοι τὴν Ἀβισὰγ τὴν Σωμανίτιν εἰς γυναῖκα.
Καὶ εἶπε, δοθήτω δὴ Ἀβισὰ ἡ Σωμανίτις τῷ Αδωνίᾳ τῷ ἀδελφῷ σου εἰς γυναῖκα.
Καὶ συνήθροισεν υἱὸς Ἄδερ πᾶσαν τὴν δύναμιν αὐτοῦ, καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν, καὶ τριακονταδύο βασιλεῖς μετʼ αὐτοῦ, καὶ πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν, καὶ ἐπολέμησαν ἐπʼ αὐτήν.
Καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ, κάλεσόν μοι τὴν Σωμανίτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ.
Καὶ ἐγένετο ἡμέρα, καὶ διέβη Ἐλισαιὲ εἰς Σωμὰν, καὶ ἐκεῖ γυνὴ μεγάλη, καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον· καὶ ἐγένετο ἀφʼ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν, ἐξέκλινε τοῦ ἐκεῖ φαγεῖν.
Καὶ ἐπέστρεψεν ὁ βασιλεὺς Ἰωρὰμ τοῦ ἰατρευθῆναι ἐν Ἰεζράελ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν ἐν Ῥεμμὼθ, ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Ἁζαὴλ βασιλέως Συρίας· καὶ Ὀχοζίας υἱὸς Ἰωρὰμ κατέβη τοῦ ἰδεῖν τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ ἐν Ἰεζράελ, ὅτι ἠῤῥώστει αὐτός.
Καὶ ἀπέστρεψεν Ἰωρὰμ ὁ βασιλεὺς ἰατρευθῆναι ἐν Ἰσζράελ ἀπὸ τῶν πληγῶν ὧν ἔπαισαν αὐτὸν οἱ Σύροι ἐν τῷ πολεμεῖν αὐτὸς μετὰ Ἀζαὴλ βασιλέως Συρίας. Καὶ εἶπεν Ἰοὺ, εἰ ἔστι ψυχὴ ὑμῶν μετʼ ἐμοῦ, μὴ ἐξελθέτω ἐκ τῆς πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν Ἰεζράελ.
Καὶ ἦλθεν Ἰοὺ ἐπὶ Ἰεζράελ· καὶ Ἰεζάβελ ἤκουσε, καὶ ἐστιμμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἠγάθυνε τὴν κεφαλὴν αὐτῆς, καὶ διέκυψε διὰ τῆς θυρίδος.
καὶ Ἰαριὴλ, καὶ Ἀρικὰμ, καὶ Ζακαναῒμ,
Καὶ εἶπαν, οὐκ ἀρέσκει ἡμῖν τὸ ὄρος τὸ Ἐφραΐμ· καὶ ἵππος ἐπίλεκτος, καὶ σίδηρος τῷ Χαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν Βαιθσὰν, καὶ ἐν ταῖς κώμαις αὐτῆς, ἐν τῇ κοιλάδι Ἰεζραέλ.
Καὶ τῷ Ἰσσὰχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος.
καὶ Ἀγὶν, καὶ Σιωνὰ, καὶ Ῥεηρὼθ, καὶ Ἀναχερὲθ,
Καὶ συναθροίζονται οἱ ἀλλόφυλοι, καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωνάμ· καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα Ἰσραὴλ, καὶ παρεμβάλλουσιν εἰς Γελβουέ.