16 Καὶ εἶπε Σαμψὼν, ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτοὺς, ὅτι ἐν τῇ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας.
Καὶ εὗρε σιαγόνα ὄνου ἐξεῤῥιμμένην, καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν, καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας.
Καὶ ἐγένετο ὡς ἐπαύσατο λαλῶν, καὶ ἔῤῥιψε τὴν σιαγόνα ἐκ τῆς χειρὸς αὐτοῦ· καὶ ἐκάλεσε τὸν τόπον ἐκεῖνον, ἀναίρεσις σιαγόνος.
Καὶ εἶδον αὐτὸν ὁ λαὸς, καὶ ὕμνησαν τὸν θεὸν αὐτῶν, ὅτι παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν, τὸν ἐρημοῦντα τὴν γῆν ἡμῶν, καὶ ὃς ἐπλήθυνε τοὺς τραυματίας ἡμῶν.