25 Οὐχ ὅταν ὁμαλίσῃ τὸ πρόσωπον αὐτῆς, τότε σπείρει μικρὸν μελάνθιον ἢ κύμινον, καὶ πάλιν σπείρει πυρὸν, καὶ κριθὴν, καὶ κέγχρον καὶ ζέαν ἐν τοῖς ὁρίοις σου;
Μὴ ὅλην τὴν ἡμέραν ἀροτριάσει ὁ ἀροτριῶν; ἢ σπόρον προετοιμάσει, πρὶν ἐργάσασθαι τὴν γῆν;
Καὶ παιδευθήσῃ κρίματι Θεοῦ σου, καὶ εὐφρανθήσῃ.
Καὶ σὺ λάβε σεαυτῷ πυροὺς, καὶ κριθὰς, καὶ κύαμον, καὶ φακὸν, καὶ κέγχρον, καὶ ὀλύραν, καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράνικον, καὶ ποιήσεις αὐτὰ σεαυτῷ εἰς ἄρτους· καὶ κατὰ ἀριθμὸν τῶν ἡμερῶν, ἃς σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου, ἐννενήκοντα καὶ ἑκατὸν ἡμέρας φάγεσαι αὐτά.