1 ΤΟ λῆμμα ὃ εἶδεν Ἀμβακοὺμ ὁ προφήτης.
ὍΡΑΣΙΣ ἫΝ ΕΙΔΕΝ ἩΣΑΙΑΣ ΥΙΟΣ ἈΜΩΣ ΚΑΤΑ ΒΑΒΥΛΩΝΟΣ.
Τί ἐγένετό σοι, ὅτι νῦν ἀνέβητε πάντες εἰς δώματα μάταια;
Καὶ ἐὰν ἐρωτήσωσιν ὁ λαὸς οὗτος, ἢ ἱερεὺς, ἢ προφήτης, τί τὸ λῆμμα Κυρίου; καὶ ἐρεῖς αὐτοῖς, ὑμεῖς ἐστε τὸ λῆμμα, καὶ ῥάξω ὑμᾶς, λέγει Κύριος.
ΛΗΜΜΑ Νινευὴ, βιβλίον ὁράσεως Ναοὺμ τοῦ Ἐλκεσαίου.
ΛΗΜΜΑ λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ, θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν.