5 Τὸ δὲ ὕδωρ ἠλαττονοῦτο ἕως τοῦ δεκάτου μηνός. Καὶ ἐν τῷ δεκάτῳ μηνὶ, τῇ πρώτῃ τοῦ μηνὸς, ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων.
Ἐν τῷ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ δευτέρου μηνὸς, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς, τῇ ἡμέρᾳ ταύτῃ ἐῤῥάγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν.
Καὶ ἐνεδίδου τὸ ὕδωρ πορευόμενον ἀπὸ τῆς γῆς· καὶ ἠλαττονοῦτο τὸ ὕδωρ μετὰ πεντήκοντα καὶ ἑκατὸν ἡμέρας.
Καὶ ἐκάθισεν ἡ κιβωτὸς ἐν μηνὶ τῷ ἑβδόμῳ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς, ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ.
Καὶ ἐγένετο μετὰ τεσσαράκοντα ἡμέρας ἠνέῳξε Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ, ἣν ἐποίησε.