7 Καὶ ἠρώτα τοὺς εὐνούχους Φαραὼ, οἳ ἦσαν μετʼ αὐτοῦ ἐν τῇ φυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ, λέγων, τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον;
Εἰσῆλθε πρὸς αὐτοὺς Ἰωσὴφ τὸ πρωῒ, καὶ εἶδεν αὐτοὺς, καὶ ἦσαν τεταραγμένοι.
Καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ ἡμέρας τρεῖς.
καὶ εἶπεν αὐτῷ, τί σοι ὅτι σὺ οὕτως ἀσθενὴς, υἱὲ τοῦ βασιλέως, τὸ πρωῒ πρωΐ; οὐκ ἀπαγγέλλεις μοι; καὶ εἶπεν αὐτῷ Ἀμνὼν, Θημὰρ τὴν ἀδελφὴν Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ μου ἐγὼ ἀγαπῶ.
Καὶ εἶπε Μιχαίας, ὅτι τὸ γλυπτόν μου, ὃ ἐποίησα, ἐλάβετε, καὶ τὸν ἱερέα, καὶ ἐπορεύθητε· καὶ τί μοι ἔτι; καὶ τί τοῦτο λέγετε πρὸς μὲ, τί κράζεις;
Καὶ εἶπεν αὐτῇ Ἑλκανὰ ὁ ἀνὴρ αὐτῆς, Ἄννα· καὶ εἶπεν αὐτῷ, ἰδοὺ ἐγώ, κύριε· καὶ εἶπεν αὐτῇ, τί ἐστί σοι ὅτι κλαίεις; καὶ ἱνατί οὐκ ἐσθίεις; καὶ ἱνατί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα;