9 Ἐκάλεσε δὲ Ἀβιμέλεχ τὸν Ἰσαὰκ, καὶ εἶπεν αὐτῷ, ἆρά γε γυνή σου ἐστί; τί ὅτι εἶπας, ἀδελφή μου ἐστίν; εἶπε δὲ αὐτῷ Ἰσαὰκ, εἶπα γὰρ, μή ποτε ἀποθάνω διʼ αὐτήν.
Καλέσας δὲ Φαραὼ τὸν Ἅβραμ, εἶπεν, τί τοῦτο ἐποίησάς μοι, ὅτι οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνή σου ἐστίν;
Εἶπε δὲ αὐτῷ Ἀβιμέλεχ, τί τοῦτο ἐποίησας ἡμῖν; μικροῦ ἐκοιμήθη τις ἐκ τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἂν ἐφʼ ἡμᾶς ἄγνοιαν.
Ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· καὶ παρακύψας Ἀβιμέλεχ ὁ βασιλεὺς Γεράρων διὰ τῆς θυρίδος, εἶδε τὸν Ἰσαὰκ παίζοντα μετὰ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ.