20 Καὶ ἀπὸ τῶν Ναθινὶμ, ὧν ἔδωκε Δαυὶδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τῶν Λευιτῶν, Ναθινὶμ διακόσιοι εἴκοσι, πάντες συνήχθησαν ἐν ὀνόμασι.
καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν Ἰσραὴλ, οἱ ἱερεῖς, οἱ Λευῖται, καὶ οἱ δεδομένοι.
Οἱ Ναθινὶμ, υἱοὶ Σουθία, υἱοὶ Ἀσουφὰ, υἱοὶ Ταβαὼθ,
Καὶ ἀνέβησαν ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπὸ τῶν ἱερέων, καὶ ἀπὸ τῶν Λευιτῶν. καὶ οἱ ᾄδοντες, καὶ οἱ πυλωροὶ, καὶ οἱ Ναθινὶμ, εἰς Ἱερουσαλὴμ ἐν ἔτει ἑβδόμῳ τῷ Ἀρθασασθὰ τῷ βασιλεῖ.
Καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντας ἐν ἀργυρίῳ τοῦ τόπου, καὶ ἔθηκα ἐν στόματι αὐτῶν λόγους λαλῆσαι πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τῶν Ἀθινεὶμ ἐν ἀργυρίῳ τοῦ τόπου, τοῦ ἐνέγκαι ἡμῖν ᾄδοντας εἰς οἶκον Θεοῦ ἡμῶν.
Καὶ τὸν Ἀσεβία, καὶ τὸν Ἰσαΐα ἀπὸ τῶν υἱῶν Μεραρὶ, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ εἴκοσι.
Καὶ δώσεις τοὺς Λευίτας Ἀαρὼν, καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσι· δεδομένοι δόμα οὗτοί μοι εἰσὶν ἀπὸ τῶν υἱῶν Ἰσραήλ.