15 Πλὴν Ἰωνάθαν υἱὸς Ἀσὴλ, καὶ Ἰαζίας υἱὸς Θεκωὲ μετʼ ἐμοῦ περὶ τούτου· καὶ Μεσουλλὰμ, καὶ Σαββαθαῒ ὁ Λευίτης βοηθῶν αὐτοῖς.
Στήτωσαν δὴ ἄρχοντες ἡμῶν, καὶ πᾶσι τοῖς ἐν πόλεσιν ἡμῶν ὃς ἐκάθισε γυναῖκας ἀλλοτρίας, ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν, καὶ μετʼ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως, καὶ κριταὶ, τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ Θεοῦ ἡμῶν ἐξ ἡμῶν, περὶ τοῦ ῥήματος τούτου.
Καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας· Καὶ διεστάλησαν Ἔσρας ὁ ἱερεὺς, καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ, καὶ πάντες ἐν ὀνόμασιν, ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα.
Καὶ ἀπὸ υἱῶν Βανουῒ, Μοσολλὰμ, Μαλοὺχ, Ἀδαΐας, Ἰασοὺβ, καὶ Σαλουΐα, καὶ Ῥημώθ.