4 Καὶ διεμέτρησε τὸ μῆκος τῶν θυρῶν πηχῶν τεσσαράκοντα, καὶ τὸ εὖρος πηχῶν εἴκοσι, κατὰ πρόσωπον τοῦ ναοῦ· καὶ εἶπε, τοῦτο τὸ ἅγιον τῶν ἁγίων.
Καὶ ᾠκοδόμησε τοὺς εἴκοσι πήχεις ἀπʼ ἄκρου τοῦ τοίχου τὸ πλευρὸν τὸ ἓν ἀπὸ τοῦ ἐδάφους ἕως τῶν δοκῶν· καὶ ἐποίησεν ἐκ τοῦ δαβὶρ εἰς τὸ ἁγιον τῶν ἁγίων.
Εἴκοσι πήχεις μῆκος, καὶ εἴκοσι πήχεις πλάτος, καὶ εἴκοσι πήχεις τὸ ὕψος αὐτοῦ· Καὶ περιέσχεν αὐτὸ χρυσίῳ συγκεκλεισμένῳ· καὶ ἐποίησε θυσιαστήριον
Καὶ ἔδωκεν ἐπὶ τὸν τοῖχον τοῦ οἴκου μέλαθρα κυκλόθεν τῷ ναῷ καὶ τῷ δαβίρ.
καὶ συνετέλεσε Σαλωμὼν ὅλον τὸν οἶκον αὐτοῦ.
Καὶ εἰσφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ δαβὶρ τοῦ οἴκου, εἰς τὰ ἅγια τῶν ἁγίων, ὑπὸ τὰς πτέρυγας τῶν χερουβίν.
Καὶ ἐποίησε τὸν οἶκον τοῦ ἁγίου τῶν ἁγίων, μῆκος αὐτοῦ ἐπὶ πρόσωπον, πλάτος τοῦ οἴκου πήχεων εἴκοσι, καὶ τὸ μῆκος πήχεων εἴκοσι, καὶ ἐχρύσωσεν αὐτὸν χρυσίῳ καθαρῷ εἰς χερουβὶμ εἰς τάλαντα ἑξακόσια.
Καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν διαθήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ δαβὶρ τοῦ οἴκου εἰς τὰ ἅγια τῶν ἁγίων, ὑποκάτω τῶν πτερύγων τῶν χερουβίμ.
Καὶ δύο θυρώματα τῷ ναῷ, καὶ δύο θυρώματα τῷ ἁγίῳ,