Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




ΒΑΣΙΛΕΙΩΝ Β 19:39 - μετάφραση των εβδομήκοντα

39 Καὶ εἶπεν ὁ βασιλεὺς, μετʼ ἐμοῦ διαβήτω Χαμαὰμ, κᾀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς μου, καὶ πάντα ὅσα ἂν ἐκλέξῃ ἐπʼ ἐμοὶ, ποιήσω σοι.

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




ΒΑΣΙΛΕΙΩΝ Β 19:39
18 ပူးပေါင်းရင်းမြစ်များ  

Καὶ εὐλόγησε τὸν Ἅβραμ, καὶ εἶπεν, εὐλογημένος Ἅβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.


Ὁ δὲ Θεός μου εὐλογήσαι σε, καὶ αὐξήσαι σε, καὶ πληθύναι σε· καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν.


Καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ, ἔκλαυσεν ἐπʼ αὐτοῖς· καὶ μετὰ ταῦτα ἐλάλησαν οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν.


Καὶ εὐλογήσας Ἰακὼβ τὸν Φαραὼ, ἐξῆλθεν ἀπʼ αὐτοῦ.


Εἰσήγαγε δὲ Ἰωσὴφ Ἰακὼβ τὸν πατέρα αὐτοῦ, καὶ ἔστησεν αὐτὸν ἐναντίον Φαραώ· καὶ ηὐλόγησεν Ἰακὼβ τὸν Φαραώ.


Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀβεσσαλὼμ, μὴ δὴ υἱέ μου, μὴ πορεύθῶμεν πάντες ἡμεῖς, καὶ οὐ μὴ καταβαρυνθῶμεν ἐπὶ σέ· καὶ ἐβιάσατο αὐτόν, καὶ οὐκ ἠθέλησε τοῦ πορευθῆναι, καὶ εὐλόγησεν αὐτόν.


Καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα, καὶ ἀπήγγειλεν αὐτῷ· καὶ ἐκάλεσε τὸν Ἀβεσσαλώμ· καὶ εἰσῆλθε πρὸς τὸν βασιλέα, καὶ προσεκύνησεν αὐτῷ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ κατὰ πρόσωπον τοῦ βασιλέως· καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Ἀβεσσαλώμ.


Καθισάτω δὴ ὁ δοῦλός σου, καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρός μου καὶ τῆς μητρός μου· καὶ ἰδοὺ ὁ δοῦλός σου Χαμαὰμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως· καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.


Καὶ συνετέλεσε Δαυὶδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς, καὶ εὐλόγησε τὸν λαὸν ἐν ὀνόματι Κυρίου τῶν δυνάμεων.


Καὶ ἐπέστρεψε Δαυὶδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ· καὶ ἐξῆλθε Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ εἰς ἀπάντησιν Δαυὶδ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπε, τί δεδόξασται σήμερον ὁ βασιλεὺς Ἰσραὴλ, ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοῖς παιδισκῶν τῶν δούλων ἑαυτοῦ, καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἷς τῶν ὀρχουμένων;


Καὶ κατέλιπεν Ἑλισαιὲ τὰς βόας, καὶ κατέδραμεν ὀπίσω Ἠλιοὺ, καὶ εἶπε, καταφιλήσω τὸν πατέρα μου, καὶ ἀκολουθήσω ὀπίσω σοῦ· καὶ εἶπεν Ἠλιοὺ, ἀνάστρεφε, ὅτι πεποίηκά σοι.


Καὶ ἀναστὰς Βαλαὰμ ἀπῆλθεν, ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ· καὶ Βαλὰκ ἀπῆλθε πρὸς ἑαυτόν.


Καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν, καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν Ὀρφὰ τὴν πενθερὰν αὐτῆς, καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς· Ῥοὺθ δὲ ἠκολούθησεν αὐτῇ.


Καὶ νῦν ὄμοσόν μοι ἐν Κυρίῳ, ὅτι οὐκ ἐξολοθρεύσεις τὸ σπέρμα μου ὀπίσω μοῦ, οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου.


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ