16 Καὶ Ἀβδία υἱὸς Σαμία, υἱοῦ Γαλαὰλ, υἱοῦ Ἰδιθοὺν, καὶ Βαραχία υἱὸς Ὀσσὰ, υἱοῦ Ἑλκανὰ, ὁ κατοικῶν ἐν ταῖς κώμαις Νωτεφατί.
Υἱοὶ Ἰούδα θυρεοφόροι καὶ δορατοφόροι, ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως.
Υἱοὶ Σαλωμὼν Βαιθαλαὲμ, ὁ Νετωφατὶ, Ἀταρὼθ οἴκου Ἰωὰβ, καὶ ἥμισυ τῆς Μαλαθὶ, Ἠσαρὶ·
Καὶ ἔστησε Δαυεὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺν, τοὺς ἀποφεγγομένους ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν κυμβάλοις· καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν.
Τῷ Ἰδιθοὺν, υἱοὶ Ἰδιθοὺν, Τοδολίας, καὶ Σουρὶ, καὶ Ἰσέας, καὶ Ἀσαβίας, καὶ Ματθαθίας, ἕξ μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθὺν, ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ κυρίῳ.
Πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ Θεοῦ, ἐν κυμβάλοις, καὶ ἐν νάβλαις, καὶ ἐν κινύραις εἰς τὴν δουλείαν οἴκου τοῦ Θεοῦ, ἐχόμενα τοῦ βασιλέως, καὶ Ἀσὰφ, καὶ Ἰδιθοὺν, καὶ Αἱμάν.
Καὶ Βακβακὰρ, καὶ Ἀρὴς, καὶ Γαλαὰλ, καὶ Ματθανίας υἱὸς Μιχὰ, υἱοῦ Ζεχρὶ, υἱοῦ Ἀσάφ.
Οἱ πυλωροὶ, Σαλὼμ, Ἀκοὺμ, Τελμὼν, καὶ Διμὰν, καὶ ἀδελφοὶ αὐτῶν· Σαλὼμ ὁ ἄρχων,
Καὶ οἱ ψαλτῳδοὶ υἱοὶ Ἀσὰφ ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυὶδ, καὶ Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθὼμ οἱ προφῆται τοῦ βασιλέως· καὶ οἱ ἄρχοντες καὶ οἱ πυλωροὶ πύλης καὶ πύλης, οὐκ ἦν αὐτοῖς κινεῖσθαι ἀπὸ τῆς λειτουργίας τῶν ἁγίων, ὅτι οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς.