62 Τοῖς υἱοῖς Μεραρὶ τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλὼν τὴν Ῥεμμὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Θαβὼρ καὶ τὰ περισπόρια αὐτῆς,
Καὶ τοῖς υἱοῖς Μεραρὶ κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ῥουβὴν, ἐκ φυλῆς Γὰδ, ἐκ φυλῆς Ζαβουλὼν, κλήρῳ πόλεις δεκαδύο.
Καὶ ἀπὸ φυλῆς Νεφθαλὶ τὴν Κέδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Χαμὼθ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Καριαθαῒμ καὶ τὰ περισπόρια αὐτῆς.
ἐκ τοῦ πέραν τοῦ Ἰορδάνου τὴν Ἱεριχὼ κατὰ δυσμὰς τοῦ Ἰορδάνου· ἐκ φυλῆς Ῥουβὴν τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἰασὰ καὶ τὰ περισπόρια αὐτῆς,
Ἐν γαστρὶ δὲ λαβοῦσα ἡ γυνὴ ἔτεκεν υἱόν· καὶ ἐπωνόμασε Μωυσῆς τὸ ὄνομα αὐτοῦ Γηρσάμ, λέγων, ὅτι παροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ.
Καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβὼρ, καὶ ἐπὶ Σαλὶμ κατὰ θάλασσαν, καὶ Βαιθσαμύς· καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ὁ Ἰορδάνης.
Καὶ τοῖς υἱοῖς Γεδσὼν ἀπὸ τῆς φυλῆς Ἰσσάχαρ καὶ ἀπὸ τῆς φυλῆς Ἀσὴρ καὶ ἀπὸ τῆς φυλῆς Νεφθαλὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν, πόλεις δεκατρεῖς.
Καὶ τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ῥουβὴν καὶ ἀπὸ φυλῆς Γὰδ καὶ ἀπὸ φυλῆς Ζαβουλὼν κληρωτὶ, πόλεις δώδεκα.