51 Καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Καὰθ, καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς Ἐφραίμ.
Καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν Ἰούδα, καὶ ἐκ φυλῆς υἱῶν Συμεὼν, καὶ ἐκ φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας ἃς ἐκάλεσαν αὐτὰς ἐπʼ ὀνόματος.
Καὶ ἔδωκαν αὐτοῖς τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Συχὲμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει Ἐφραὶμ, καὶ τὴν Γαζὲρ καὶ τὰ περισπόρια αὐτῆς,
Καὶ τοῖς δήμοις υἱοῖς Καὰθ τοῖς Λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν Καὰθ, καὶ ἐγενήθη ἡ πόλις τῶν ἱερέων αὐτῶν ἀπὸ φυλῆς Ἐφραίμ·
Καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλελειμμένοις ἐκ τῆς φυλῆς Ἐφραὶμ καὶ ἐκ τῆς φυλῆς Δὰν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κληρωτὶ, πόλεις δέκα.