14 Καὶ Μαναθὶ ἐγέννησε τὸν Γοφερά. καὶ Σαραΐα ἐγέννησε τὸν Ἰωβὰβ, πατέρα Ἀγεαδδαῒρ, ὅτι τέκτονες ἦσαν.
Καὶ ἀπῴκισε τὴν Ἱερουσαλὴμ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύϊ αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας, καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα, καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς.
Καὶ υἱοὶ Κενὲζ, Γοθονιὴλ, καὶ Σαραΐα· καὶ υἱοὶ Γοθονιὴλ, Ἀθάθ.
Καὶ υἱοὶ Χαλὲβ υἱοῦ Ἰεφοννὴ, Ἢρ, Ἀδὰ, καὶ Νοόμ· καὶ υἱοὶ Ἀδὰ, Κενέζ.
Οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ἀταῒμ καὶ Γαδιρὰ μετὰ τοῦ βασιλέως, ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν, καὶ κατῴκησαν ἐκεῖ.