27 Καὶ ἐπὶ τῶν χωρίων, Σεμεῒ ὁ ἐκ Ῥαὴλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου, Ζαβδὶ ὁ τοῦ Σεφνί.
Καὶ ὠργίσθη Φαραὼ ἐπὶ τοῖς δυσὶν εὐνούχοις αὐτοῦ, ἐπὶ τῷ ἀρχιοινοχόῳ, καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ·
Καὶ ἐπὶ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων, Ἐσδρὶ ὁ τοῦ Χελούβ.
Καὶ ἐπὶ τῶν ἐλαιώνων, καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ, Βαλλανὰν ὁ Γεδωρίτης· ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου, Ἰωάς.
Καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ, καὶ ἐλατόμησε λάκκους πολλοὺς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν σεφηλᾷ· καὶ ἐν τῇ πεδινῇ, καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν.
Ἐμεγάλυνα ποίημἀ μου, ᾠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας,
Καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπεφαμὰρ Βηλὰ ἀπὸ ἀνατολῶν ἐπὶ πηγὰς, και καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χενερὲθ ἀπὸ ἀνατολῶν.
Καὶ συνεκάλεσεν Ἰησοῦς πάντας τοὺς υἱοὺς Ἰσραὴλ καὶ τὴν γερουσίαν αὐτῶν καὶ τοὺς ἄρχοντας αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν, καὶ εἶπε πρὸς αὐτοὺς, ἐγὼ γεγήρακα καὶ προβέβηκα ταῖς ἡμέραις·
καὶ τοῖς ἐν Ἀροὴρ, καὶ τοῖς ἐν Ἀμμαδὶ, καὶ τοῖς ἐν Σαφὶ, καὶ τοῖς ἐν Ἐσθιὲ,