9 Καὶ τῷ Μοσελλεμίᾳ υἱοὶ καὶ ἀδελφοὶ δεκακαιοκτὼ δυνατοί.
Καὶ εἰς διαιρέσεις τῶν πυλῶν, υἱοὶ Κορεῒμ Μοσελλεμία ἐκ τῶν υἱῶν Ἀσάφ.
Καὶ τῷ Ὀσᾷ τῶν υἱῶν Μεραρὶ υἱοὶ φυλάσσοντες τὴν ἀρχὴν, ὅτι οὐκ ἦν πρωτότοκος· καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα τῆς διαιρέσεως τῆς δευτέρας.
Καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σελεμίᾳ, καὶ Ζαχαρίᾳ· υἱοὶ Σωὰζ τῷ Μελχίᾳ ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος Βοῥῥᾶ.
Πάντες ἀπὸ τῶν υἱῶν Ἀβδεδὸμ, αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξηκονταδύο τῷ Ἀβδεδόμ.