ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α 25:3 - μετάφραση των εβδομήκοντα3 Τῷ Ἰδιθοὺν, υἱοὶ Ἰδιθοὺν, Τοδολίας, καὶ Σουρὶ, καὶ Ἰσέας, καὶ Ἀσαβίας, καὶ Ματθαθίας, ἕξ μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθὺν, ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ κυρίῳ. အခန်းကိုကြည့်ပါ။ |
Καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ Θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων· ἐκεῖ Νασὶβ ὁ ἀλλόφυλος· καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμᾶ, καὶ ἔμπροσθεν αὐτῶν νάβλα, καὶ τύμπανον, καὶ αὐλὸς, καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες·