24 Καὶ μετὰ τὸ ἀποθανεῖν Ἐσρὼν, ἦλθε Χαλὲβ εἰς Ἐφραθά· καὶ ἡ γυνὴ Ἐσρὼν Ἀβιά· καὶ ἔτεκεν αὐτῷ τὸν Ἀσχὼ πατέρα Θεκωέ.
Καὶ ἀπέστειλεν Ἰωὰβ εἰς Θεκωὲ, καὶ ἔλαβεν ἐκεῖθεν γυναῖκα σοφὴν, καὶ εἶπε πρὸς αὐτὴν, πένθησον δὴ, καὶ ἔνδυσαι ἱμάτια πενθικὰ, καὶ μὴ ἀλείψῃ ἔλαιον, καὶ ἔσῃ ὡς γυνὴ πενθοῦσα ἐπὶ τεθνηκότι τοῦτο ἡμέρας πολλὰς,
Καὶ ἔλαβε Γεδσοὺρ καὶ Ἀρὰμ τὰς κώμας Ἰαῒρ ἐξ αὐτῶν, τὴν Κανὰθ καὶ τὰς κώμας αὐτῆς, ἑξήκοντα πόλεις· πᾶσαι αὗται υἱῶν Μαχὶρ πατρὸς Γαλαάδ.
καὶ ἦσαν οἱ υἱοὶ Ἱεραμεὴλ πρωτοτόκου Ἐσρὼν, ὁ πρωτότοκος Ῥὰμ, καὶ Βαναὰ, καὶ Ἀρὰμ, καὶ Ἀσὰν ἀδελφὸς αὐτοῦ.
Καὶ υἱοὶ Ἐσρὼμ οἳ ἐτέχθησαν αὐτῷ, ὁ Ἱεραμεὴλ, καὶ ὁ Ἀρὰμ, καὶ ὁ Χαλέβ.
Καὶ τῷ Ἀσοὺρ πατρὶ Θεκωὲ ἦσαν δύο γυναῖκες, Ἀωδὰ, καὶ Θοαδά.
ΛΟΓΟΙ Αμὼς οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐν Θεκουὲ, οὓς εἶδεν ὑπὲρ Ἱερουσαλὴμ, ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωὰς βασιλέως Ἰσραὴλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.
Καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ τὸν Νότον τοῦ Χελεθὶ, καὶ ἐπὶ τὰ τῆς Ἰουδαίας μέρη, καὶ ἐπὶ Νότον Χελοὺβ, καὶ τὴν Σεκελὰκ ἐνεπυρίσαμεν ἐν πυρί.