19 Καὶ ἀπέθανε Γαζουβὰ, καὶ ἔλαβεν ἑαυτῷ Χαλὲβ τὴν Ἐφρὰθ, καὶ ἔτεκεν αὐτῷ τὸν Ὥρ.
Καὶ Χαλὲβ υἱὸς Ἐσρὼμ ἔλαβε τὴν Γαζουβὰ γυναῖκα, καὶ τὴν Ἰεριώθ· καὶ οὗτοι υἱοὶ αὐτῆς, Ἰασὰρ, καὶ Σουβὰβ, καὶ Ἀρδών.
Καὶ Ὣρ ἐγέννησε τὸν Οὐρί· καὶ Οὐρὶ ἐγέννησε τὸν Βεσελεήλ.
Καὶ μετὰ τὸ ἀποθανεῖν Ἐσρὼν, ἦλθε Χαλὲβ εἰς Ἐφραθά· καὶ ἡ γυνὴ Ἐσρὼν Ἀβιά· καὶ ἔτεκεν αὐτῷ τὸν Ἀσχὼ πατέρα Θεκωέ.
Οὗτοι ἦσαν υἱοὶ Χαλέβ· υἱοὶ Ὢρ πρωτοτόκου Ἐφραθά· Σωβὰλ πατὴρ Καριαθιαρὶμ,
Καὶ Φανουὴλ πατὴρ Γεδὼρ, καὶ Ἰαζὴρ πατὴρ Ὠσάν· οὗτοι υἱοὶ Ὢρ τοῦ πρωτοτόκου Ἐφραθὰ πατρὸς Βαιθαλαέν.
Καὶ ἐποίησεν Ἰησοῦς καθάπερ εἶπεν αὐτῷ Μωυσῆς, καὶ ἐξελθὼν παρετάξατο τῷ Ἀμαλήκ· καὶ Μωυσῆς καὶ Ἀαρὼν καὶ Ὢρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ.
Διατοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης, τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ.