18 καὶ ἔφυγεν Σύρος ἀπὸ προσώπου Δαυείδ, καὶ ἀπέκτεινεν Δαυεὶδ ἀπὸ τοῦ Σύρου ἐπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσεράκοντα χιλιάδας πεζῶν, καὶ τὸν Σαφὰθ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν.
Καὶ ἔφυγε Συρία ἀπὸ πρόσωπου Ἰσραήλ· καὶ ἀνεῖλε Δαυὶδ ἐκ τῆς Συρίας ἑπτακόσια ἅρματα, καὶ τεσσαράκοντα χιλιάδας ἱππέων, καὶ τὸν Σωβὰκ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξε, καὶ ἀπέθανεν ἐκεῖ.
καὶ ἀπηγγέλη τῷ Δαυείδ, καὶ συνήγαγεν τὸν πάντα Ἰσραήλ, καὶ διέβη τὸν Ἰορδάνην καὶ ἦλθεν ἐπʼ αὐτοὺς καὶ παρετάξατο ἐπʼ αὐτούς. καὶ παρατάσσεται Σύρος ἐξ ἐναντίας Δαυεὶδ καὶ ἐπολέμησαν αὐτόν.
καὶ εἶδον παῖδες Ἁδραάζαρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ἰσραήλ, καὶ διέθεντο μετὰ Δαυεὶδ καὶ ἐδούλευσαν αὐτῷ· καὶ οὐκ ἠθέλησεν Σύρος τοῦ βοηθῆσαι Ἀμμὼν ἔτι.
Οφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν·