3 Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο λόγος Κυρίου πρὸς Νάθαν·
ἀφʼ ἧς ἡμέρας ἐξήγαγον τὸν λαόν μου τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἐν ἑνὶ σκήπτρῳ Ἰσραὴλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τὸ ὄνομά μου ἐκεῖ· καὶ ἐξελεξάμην ἐν Ἱερουσαλὴμ εἶναι τὸ ὄνομά μου ἐκεῖ· καὶ ἐξελεξάμην τὸν Δαυὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου τὸν Ἰσραήλ.
Καὶ εἶπε Νάθαν πρὸς Δαυὶδ, πᾶν τὸ ἐν τῇ ψυχῇ σου ποίει, ὅτι Θεὸς μετὰ σοῦ.
Πορεύου καὶ εἶπον πρὸς Δαυὶδ τὸν δοῦλόν μου, οὕτως εἶπε Κύριος, οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ.
καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες, αὕτη ἡ ὁδὸς, πορευθῶμεν ἐν αὐτῇ, εἴτε δεξιὰ εἴτε ἀριστερά.
Διότι οὐ μὴ ποιήσῃ Κύριος ὁ Θεὸς πρᾶγμα ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.
Καὶ εἶπε πρὸς αὐτοὺς, ἀκούσατε τῶν λόγων μου· ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι αὐτῷ γυωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ.