26 Καὶ νῦν, Κύριε, σὺ εἶ αὐτὸς Θεὸς, καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα.
Ὅτι σὺ Κύριος ὁ Θεός μου ἤνοιξας τὸ οὖς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον, διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου.
Καὶ νῦν, ἦρξαι τοῦ εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου, τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου· ὅτι σὺ Κύριε εὑλόγησας, καὶ εὐλόγησον εἰς τὸν αἰῶνα.