20 καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος, καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον,
Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς· καὶ κατέβη Ἅβραμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.
Καὶ ἐκίνησεν ἐκεῖθεν Ἁβραὰμ εἰς γῆν πρὸς Λίβα· καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης, καὶ ἀνὰ μέσον Σούρ· καὶ παρῴκησεν ἐν Γεράροις.
Ὁ δὲ λέγει αὐτῷ, ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ.
Καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν, καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐκ γῇ Χαναὰν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακὼβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετʼ αὐτοῦ.
Ἐν τῷ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ, ὡς ἐσμικρύνθησαν, καὶ παρῴκησαν ἐν αὐτῇ,
οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτοὺς, καὶ ἤλεγξε περὶ αὐτῶν βασιλεῖς.