21 Ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο.
Καὶ Ἀβεσσὰ ὁ ἀδελφὸς Ἰωάβ υἱὸς Σαρουίας αὐτὸς ἄρχων ἐν τοῖς τρισὶ, καὶ αὐτὸς ἐξήγειρε τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας· καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν.
Καὶ Ἀβισὰ ἀδελφὸς Ἰωὰβ, οὗτος ἦν ἄρχων τῶν τριῶν· οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνὶ, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν.
Καὶ Βαναία υἱὸς Ἰωδαὲ υἱὸς ἄνδρος δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαήλ· οὗτος ἐπάταξε τοὺς δύο ἀριὴλ Μωὰβ, καὶ οὗτος κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος.
Ἐν τῷ πορευθῆναι τὸν Δαυίδ εἰς Σικελὰγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασσῆ, Ἐδνὰ, καὶ Ἰωζαβὰθ, καὶ Ῥωδιὴλ, καὶ Μιχαὴλ, καὶ Ἰωσαβαὶθ, καὶ Ἐλιμοὺθ, καὶ Σεμαθὶ· ἀρχηγοὶ χιλιάδων εἰσὶ τοῦ Μανασσῆ.