Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:46 - Η Ελληνική Καινή Διαθήκη Σύμφωνα με την Οικογένεια 35

46 Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ δὲ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ


နောက်ထပ်ဗားရှင်းများ

SBL Greek New Testament

46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; ⸀εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

Elzevir Textus Receptus 1624

46 τις εξ υμων ελεγχει με περι αμαρτιας ει δε αληθειαν λεγω δια τι υμεις ου πιστευετε μοι

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

Scrivener’s Textus Receptus 1894

46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ δὲ ἀλήθειαν λέγω, διατί ὑμεῖς οὐ πιστεύετέ μοι;

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη 1904)

46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ δὲ ἀλήθειαν λέγω, διατί ὑμεῖς οὐ πιστεύετέ μοι;

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

The Greek New Testament

46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:46
12 ပူးပေါင်းရင်းမြစ်များ  

Τὸ βάπτισμα Ἰωάννου—πόθεν ἦν· ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων;» Οἱ δὲ διελογίζοντο παρ᾿ ἑαυτοῖς, λέγοντες· «Ἐὰν εἴπωμεν, ‹Ἐξ οὐρανοῦ,› ἐρεῖ ἡμῖν, ‹Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;›


Καὶ ἐλογίζοντο πρὸς ἑαυτούς, λέγοντες· «Ἐὰν εἴπωμεν, ‹Ἐξ οὐρανοῦ,› ἐρεῖ, ‹Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;›


»Οὐκέτι πολλὰ λαλήσω μεθ᾿ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων· καί, ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν.


Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.


»Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως·


Εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος, «Οὐκοῦν βασιλεὺς εἶ σύ;» Ἀπεκρίθη Ἰησοῦς· «Σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγώ· ἐγὼ εἰς τοῦτο γεγέννημαι. Καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ Ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς Ἀληθείας ἀκούει μου τῆς φωνῆς.»


Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ.»


Ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς, «Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος τὸν λίθον ἐπ᾿ αὐτῇ βαλέτω.»


Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.


Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα, καθ᾿ ὁμοιότητα, χωρὶς ἁμαρτίας.


Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς—ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος—


ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ