12 Καὶ ἐκεῖθεν ἀπῇραν, καὶ παρενέβαλον εἰς φάραγγα Ζαρέδ.
Καὶ ἐξάραντες ἐξ Ὠβὼθ, καὶ παρενέβαλον ἐν Ἀχαλγαὶ ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ, ἥ ἐστι κατὰ πρόσωπον Μωὰβ, κατʼ ἀνατολὰς ἡλίου.
Καὶ ἀπῇραν ἐκ Γαῒ, καὶ παρενέβαλον εἰς Δαιβὼν Γάδ.
Νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε, καὶ παρέλθετε ὑμεῖς τὴν φάραγγα Ἀρνών· ἰδοὺ παραδέδωκα εἰς χεῖράς σου τὸν Σηὼν βασιλέα Ἐσεβὼν τὸν Ἀμοῤῥαῖον καὶ τὴν γῆν αὐτοῦ· ἐνάρχου κληρονομεῖν· σύναπτε πρὸς αὐτὸν πόλεμον ἐν τῇ ἡμέρᾳ ταύτῃ.