Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




ΑΠΟΚΑΛΥΨΙΣ 9:5 - Η Ελληνική Καινή Διαθήκη Σύμφωνα με την Οικογένεια 35

5 Καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾿ ἵνα βασανισθῶσιν μῆνας πέντε. Καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου ὅταν πλήξῃ ἄνθρωπον.

Faic an caibideil Dèan lethbhreac


Tuilleadh tionndaidhean

SBL Greek New Testament

5 καὶ ἐδόθη ⸀αὐτοῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ’ ἵνα ⸀βασανισθήσονται μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.

Faic an caibideil Dèan lethbhreac

Elzevir Textus Receptus 1624

5 και εδοθη αυταις ινα μη αποκτεινωσιν αυτους αλλ ινα βασανισθωσιν μηνας πεντε και ο βασανισμος αυτων ως βασανισμος σκορπιου οταν παιση ανθρωπον

Faic an caibideil Dèan lethbhreac

Scrivener’s Textus Receptus 1894

5 καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ’ ἵνα βασανισθῶσι μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.

Faic an caibideil Dèan lethbhreac

Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη 1904)

5 καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾽ ἵνα βασανισθῶσι μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.

Faic an caibideil Dèan lethbhreac

The Greek New Testament

5 καὶ ἐδόθη αὐτοῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾽ ἵνα βασανισθήσονται μῆνας πέντε, καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου ὅταν παίσῃ ἄνθρωπον.

Faic an caibideil Dèan lethbhreac




ΑΠΟΚΑΛΥΨΙΣ 9:5
12 Iomraidhean Croise  

Καί, ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις, καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν. Ἐξουσίαν ἔχουσιν τοῦ ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε,


Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν. Καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.


Καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς. Καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ γλῶσσαν καὶ ἔθνος.


Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα, καὶ βλασφημίαν· καὶ ἐδόθη αὐτῷ ἐξουσία πόλεμον ποιῆσαι μῆνας τεσσαράκοντα δύο.


Καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν τὸ Θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς Ἀβύσσου ποιήσει μετ᾿ αὐτῶν πόλεμον, καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς


Ἀπεκρίθη Ἰησοῦς· «Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾿ ἐμοῦ εἰ μὴ ἦν σοι δεδομένον Ἄνωθεν. Διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.»


Lean sinn:

Sanasan


Sanasan