ΨΑΛΜΟΙ 99 - μετάφραση των εβδομήκοντα1 Ψαλμὸς εἰς ἐξομολόγησιν. 1 Ψαλμὸς εἰς ἐξομολόγησιν. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, 2 δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ· εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. 3 Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός· αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς, λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ. 4 Εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις· ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ. 5 Ὅτι χρηστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ. |
This work is in the PUBLIC DOMAIN. It is not copyrighted. You may not claim a copyright on this work.
eBible.org