Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

ΨΑΛΜΟΙ 60 - μετάφραση των εβδομήκοντα

1 Εἰς τὸ τέλος, ἐν ὕμνοις τῷ Δαυίδ.

2 Εἰσάκουσον ὁ Θεὸς τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου.

3 Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα, ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου, ἐν πέτρᾳ ὕψωσάς με, ὁδήγησάς με,

4 ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.

5 Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου· διάψαλμα.

6 Ὅτι σὺ ὁ Θεὸς εἰσήκουσας τῶν προσευχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.

7 Ἡμέρας ἐφʼ ἡμέρας βασιλέως προσθήσεις, τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.

8 Διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ, ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει αὐτῶν;

9 Οὕτως ψαγῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.

This work is in the PUBLIC DOMAIN. It is not copyrighted. You may not claim a copyright on this work.

eBible.org
Lean sinn:



Sanasan