Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

ΨΑΛΜΟΙ 52 - μετάφραση των εβδομήκοντα

1 Εἰς τὸ τέλος, ὑπὲρ μαελὲθ συνέσεως τῷ Δαυίδ.

2 Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός· διέφθειραν, καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις· οὐκ ἔστι ποιῶν ἀγαθόν.

3 Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιῶν, ἢ ἐκζητῶν τὸν Θεόν.

4 Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός.

5 Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου; τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο.

6 Ἐκεῖ ἐφοβήθησαν φόβον, οὗ οὐκ ἦν φόβος· ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς.

7 Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἀποστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ.

This work is in the PUBLIC DOMAIN. It is not copyrighted. You may not claim a copyright on this work.

eBible.org
Lean sinn:



Sanasan