Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

ΨΑΛΜΟΙ 145 - μετάφραση των εβδομήκοντα


1 Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου.

1 Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου. Αἰνεῖ ἡ ψυχή μου τὸν Κύριον.

2 Αἰνέσω Κύριον ἐν ζωῇ μοῦ, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

3 Μὴ πεποίθατε ἐπʼ ἄρχοντας, καὶ ἐφʼ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία.

4 Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.

5 Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθός αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ·

6 Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,

7 ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι. Κύριος λύει πεπεδημένους,

8 Κύριος σοφοῖ τυφλοὺς, Κύριος ἀνορθοῖ κατεῤῥαγμένους, Κύριος ἀγαπᾷ δικαίους,

9 Κύριος φυλάσσει τοὺς προσηλύτους· ὀρφανὸν καὶ χήραν ἀναλήμψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.

10 Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιὼν, εἰς γενεὰν καὶ γενεάν.

This work is in the PUBLIC DOMAIN. It is not copyrighted. You may not claim a copyright on this work.

eBible.org
Lean sinn:



Sanasan