ΨΑΛΜΟΙ 114 - μετάφραση των εβδομήκοντα1 Ἀλληλούϊα. 1 Ἀλληλούϊα. Ἠγαπήσα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου· 2 Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. 3 Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλίψιν καὶ ὀδύνην εὗρον, 4 καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην, ὦ Κύριε ῥῦσαι τὴν ψυχήν μου. 5 Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. 6 Φυλάσσων τὰ νήπια ὁ Κύριος, ἐταπεινώθην καὶ ἔσωσέ με. 7 Ἐπίστρεψον ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε. 8 Ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. 9 Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων. |
This work is in the PUBLIC DOMAIN. It is not copyrighted. You may not claim a copyright on this work.
eBible.org