Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

ΛΕΥΙΤΙΚΟΝ 12 - μετάφραση των εβδομήκοντα

1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,

2 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, γυνὴ ἥτις ἐὰν σπερματισθῇ, καὶ τέκῃ ἄρσεν, καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου αὐτῆς, ἀκάθαρτος ἔσται.

3 Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ.

4 Καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας καθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς· παντὸς ἁγίου οὐξ ἅψεται, καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς.

5 Ἐὰν δὲ θῆλυ τέκῃ, καὶ ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας, κατὰ τὴν ἄφεδρον αὐτῆς· καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς.

6 Καὶ ὅταν ἀναπληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς ἐφʼ υἱῷ ἢ ἐπὶ θυγατρι, προσοίσει ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα, καὶ νοσσὸν περιστερᾶς ἢ τρυγόνα περὶ ἁμαρτίας ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, πρὸς τὸν ἱερέα.

7 Καὶ προσοίσει αὐτὸν ἔναντι Κυρίου· καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς, καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς· οὗτος ὁ νόμος τῆς τικτούσης ἄρσεν ἢ θῆλυ.

8 Ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτῆς τὸ ἱκανὸν εἰς ἀμνὸν, καὶ λήψεται δύο τρυγόνας ἢ δύο νοσσοὺς περιστερῶν, μίαν εἰς ὁλοκαύτωμα, καὶ μίαν περὶ ἁμαρτίας· καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς, καὶ καθαρισθήσεται.

This work is in the PUBLIC DOMAIN. It is not copyrighted. You may not claim a copyright on this work.

eBible.org
Lean sinn:



Sanasan