Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

ΙΕΖΕΚΙΗΛ 15 - μετάφραση των εβδομήκοντα

1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,

2 Καὶ σὺ υἱὲ ἀνθρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν κλημάτων τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ;

3 Εἰ λήψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν; εἰ λήψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμᾶσαι ἐπʼ αὐτὸν πᾶν σκεῦος;

4 Πάρεξ ὃ πυρὶ δέδοται εἰς ἀναλωσιν, τὴν κατʼ ἐνιαυτὸν κάθαρσιν ἀπʼ αὐτῆς ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος· μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν;

5 Οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν; μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔτι ἔσται εἰς ἐργασίαν.

6 Διὰ τοῦτο εἰπὸν, Τάδε λέγει Κύριος, ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ ὃ δέδωκα αὐτὸ πυρὶ εἰς ἀνάλωσιν, οὕτως δέδωκα τοὺς κατοικοῦντας Ἰερουσαλήμ.

7 Καὶ δώσω τὸ πρόσωπόν μου ἐπʼ αὐτούς· ἐκ τοῦ πυρὸς ἐξελεύσονται, καὶ πῦρ αὐτοὺς καταφάγεται, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ Κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπʼ αὐτούς.

8 Καὶ δώσω τὴν γῆν εἰς ἀφανισμὸν, ἀνθʼ ὧν παρέπεσον παραπτώματι, λέγει Κύριος.

This work is in the PUBLIC DOMAIN. It is not copyrighted. You may not claim a copyright on this work.

eBible.org
Lean sinn:



Sanasan