Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

ΕΚΚΛΗΣΙΑΣΤΗΣ 11 - μετάφραση των εβδομήκοντα

1 Ἀπόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος, ὅτι ἐν πλήθει ἡμερῶν εὑρήσεις αὐτόν.

2 Δὸς μερίδα τοῖς ἑπτὰ, καί γε τοῖς ὀκτὼ, ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γῆν.

3 Ἐὰν πλησθῶσι τὰ νέφη ὑετοῦ, ἐπὶ τὴν γῆν ἐκχέουσι· καὶ ἐὰν πέσῃ ξύλον ἐν τῷ Νότῳ, καὶ ἐὰν ἐν τῷ Βοῤῥᾷ, τόπῳ οὗ πεσεῖται τὸ ξυλον, ἐκεῖ ἔσται.

4 Τηρῶν ἄνεμον οὐ σπείρει, καὶ βλέπων ἐν ταῖς νεφέλαις οὐ θερίσει.

5 Ἐν οἷς οὐκ ἔστι γινώσκων τίς ἡ ὁδὸς τοῦ πνεύματος, ὡς ὀστᾶ ἐν γαστρὶ κυοφορούσης, οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ Θεοῦ, ὅσα ποιήσει τὰ σύμπαντα.

6 Ἐν τῷ πρωῒ σπεῖρον τὸ σπέρμα σου, καὶ ἐν ἑσπέρᾳ μὴ ἀφέτω ἡ χείρ σου, ὅτι οὐ γινώσκεις ποῖον στοιχήσει, ἢ τοῦτο ἢ τοῦτο, καὶ ἐὰν τὰ δύο ἐπιτοαυτὸ ἀγαθά.

7 Καὶ γλυκὺ τὸ φῶς, καὶ ἀγαθὸν τοῖς ὀφθαλμοῖς τοῦ βλέπειν σὺν τὸν ἥλιον.

8 Ὅτ καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ὁ ἄνθρωπος, ἐν πᾶσιν αὐτοῖς εὐφρανθήσεται καὶ μνησθήσεται τὰς ἡμέρας τοῦ σκότους, ὅτι πολλαὶ ἔσονται· πᾶν τὸ ἐρχόμενον ματαιότης.

9 Εὐφραίνου νεανίσκε ἐν νεότητί σου, καὶ ἀγαθυνάτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητός σου, καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος, καὶ μὴ ἐν ὁράσει ὀφθαλμῶν σου· καὶ γνῶθι ὅτι ἐπὶ πᾶσι τούτοις ἄξει σε ὁ Θεὸς ἐν κρίσει.

10 Καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου, καὶ πάραγε πονηρίαν ἀπὸ σαρκός σου, ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης.

This work is in the PUBLIC DOMAIN. It is not copyrighted. You may not claim a copyright on this work.

eBible.org
Lean sinn:



Sanasan