12 Καὶ γένοιτο οἶκός σου, ὡς οἶκος Φαρὲς, ὃν ἔτεκε Θάμαρ τῷ Ἰούδᾳ, ἐκ τοῦ σπέρματος οὗ δώσει Κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης.
Ὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, καὶ εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ· ἡ δὲ εἶπε, τί διεκόπη διὰ σὲ φραγμός; καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Φαρές.
Υἱοὶ δὲ Ἰούδα, Ἢρ, καὶ Αὐνὰν, καὶ Σηλὼμ, καὶ Φαρὲς, καὶ Ζαρά· ἀπέθανε δὲ Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν· ἐγένοντο δὲ υἱοὶ Φαρὲς, Ἑσρὼν, καὶ Ἰεμουήλ.
Καὶ Θάμαρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φαρὲς, καὶ τὸν Ζαρα· πάντες υἱοὶ Ἰούδα πέντε.
Καὶ οὐ καλὸν ἐποίησε; καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ· καὶ εἴπατε, τί ἄλλο ἢ σπέρμα ζητεῖ ὁ Θεός; καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν, καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς.
Καὶ αὗται αἱ γενέσεις Φαρές. Φαρές ἐγέννησε τὸν Ἐσρώμ·
Καὶ εὐλόγησεν Ἡλὶ τὸν Ἑλκανὰ καὶ τὴν γυναῖκα αὐτοῦ, λέγων, ἀποτίσαι σοι Κύριος σπέρμα ἐκ τῆς γυναικὸς ταύτης, ἀντὶ τοῦ χρέους οὗ ἔχρησας τῷ Κυρίῳ· καὶ ἀπῆλθεν ὁ ἄνθρωπος εἰς τὸν τὸπον αὐτοῦ.