ΡΟΥΘ 2:20 - μετάφραση των εβδομήκοντα20 Εἶπε δὲ Νωεμὶν τῇ νύμφῃ αὐτῆς, εὐλογητός ἐστι τῷ Κυρίῳ, ὅτι οὐκ ἐγκατέλιπε τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων· καὶ εἶπεν αὐτῇ Νωεμὶν, ἐγγίζει ἡμῖν ὁ ἀνὴρ, ἐκ τῶν ἀγχιστευόντων ἡμῖν ἐστι. Δείτε το κεφάλαιο |
κᾀγὼ εἶπα, ἀποκαλύψω τὸ οὖς σου λέγων, κτῆσαι ἐναντίον τῶν καθημένων, καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου. εἰ ἀγχιστεύεις, ἀγχίστευε· εἰ δὲ μὴ ἀγχιστεύεις, ἀνάγγειλόν μοι, καὶ γνώσομαι, ὅτι οὐκ ἔστι πάρεξ σοῦ τοῦ ἀγχιστεῦσαι, κᾀγώ εἰμι μετὰ σέ· ὁ δὲ εἶπεν, ἐγώ εἰμι, ἀγχιστεῦσαι, κἀγώ εἰμι, ἀγχιστεύσω.