11 τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτὸ, ἐπʼ ἀζύμων καὶ πικρίδων φάγονται αὐτό.
λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, ἄνθρωπος ἄνθρωπος, ὃν ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ, ἀνθρώπου, ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν, ἢ ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει τὸ πάσχα Κυρίῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ·
τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν, ποιήσεις αὐτὸ κατὰ καιρούς· κατὰ τὸν νόμον αὐτοῦ, καὶ κατὰ τὴν σύγκρισιν αὐτοῦ ποιήσεις αὐτό.
Οὐ φαγῇ ἐπʼ αὐτοῦ ζύμην· ἐπτὰ ἡμέρας φαγῇ ἐπʼ αὐτοῦ ἄζυμα, ἄρτον κακώσεως, ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ Αἰγύπτου, ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς Αἰγύπτου πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν.