2 Καὶ Σαοὺλ ἐκάθητο ἐπʼ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ῥοὰν τὴν ἐν Μαγδὼν, καὶ ἦσαν μετʼ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες.
Καὶ γίνεται ἡ ἡμέρα, καὶ εἶπεν Ἰωνάθαν υἱὸς Σαοὺλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ, δεῦρο, καὶ διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλε.
Καὶ ἤκουσε Σαοὺλ, ὅτι ἔγνωσται Δαυὶδ, καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ· καὶ Σαοὺλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ῥαμᾷ, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ.