4 Καὶ Φανουὴλ πατὴρ Γεδὼρ, καὶ Ἰαζὴρ πατὴρ Ὠσάν· οὗτοι υἱοὶ Ὢρ τοῦ πρωτοτόκου Ἐφραθὰ πατρὸς Βαιθαλαέν.
Καὶ ἀπέθανε Γαζουβὰ, καὶ ἔλαβεν ἑαυτῷ Χαλὲβ τὴν Ἐφρὰθ, καὶ ἔτεκεν αὐτῷ τὸν Ὥρ.
Οὗτοι ἦσαν υἱοὶ Χαλέβ· υἱοὶ Ὢρ πρωτοτόκου Ἐφραθά· Σωβὰλ πατὴρ Καριαθιαρὶμ,
Σαλωμὼν πατὴρ Βαιθὰ, Λαμμὼν πατὴρ Βαιθαλαὲμ, καὶ Ἀρὶμ πατὴρ Βεθγεδώρ.
Υἱοὶ Σαλωμὼν Βαιθαλαὲμ, ὁ Νετωφατὶ, Ἀταρὼθ οἴκου Ἰωὰβ, καὶ ἥμισυ τῆς Μαλαθὶ, Ἠσαρὶ·
Καὶ ἡ γυνὴ αὐτοῦ αὕτη Ἀδία, ἔτεκε τὸν Ἰάρεδ πατέρα Γεδὼρ, καὶ τὸν Ἀβὲρ πατέρα Σωχὼν, καὶ τὸν Χετιὴλ πατέρα Ζαμών· καὶ οὗτοι υἱοὶ Βετθία θυγατρὸς Φαραὼ, ἣν ἔλαβε Μωρήδ.
Καὶ οὗτοι υἱοὶ Αἰτὰμ, Ἰεζραὴλ, καὶ Ἰεσμὰν, καὶ Ἰεβδάς· καὶ ὄνομα ἀδελφῆς αὐτῶν Ἐσηλεββών.
Καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γέραρα ἕως τῶν ἀνατολῶν τῆς Γαὶ, τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν.
Καὶ τῷ Ἀσοὺρ πατρὶ Θεκωὲ ἦσαν δύο γυναῖκες, Ἀωδὰ, καὶ Θοαδά.
καὶ Σακαρὶμ, καὶ Γάδηρα, καὶ αἱ ἐπαύλεις αὐτῆς· πόλεις δεκατέσσαρες, καὶ αἱ κῶμαι αὐτῶν.
Καὶ εἴποσαν πᾶς ὁ λαὸς οἱ ἐν τῇ πύλῃ, μάρτυρες· καὶ οἱ πρεσβύτεροι εἴποσαν, δῴη Κύριος τὴν γυναῖκά σου, τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου, ὡς Ῥαχὴλ καὶ ὡς Λίαν, αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ ἐποίησαν δύναμιν ἐν Ἐφραθᾷ, καὶ ἔσται ὄνομα ἐν Βηθλεέμ.