Biblia Todo Logo
Διαδικτυακή Βίβλος
- Διαφημίσεις -




Προς Ρωμαίους 2:4 - Byzantine Majority Text 2000

4 η του πλουτου της χρηστοτητος αυτου και της ανοχης και της μακροθυμιας καταφρονεις αγνοων οτι το χρηστον του θεου εις μετανοιαν σε αγει

Δείτε το κεφάλαιο αντίγραφο


Περισσότερες εκδόσεις

H Αγία Γραφή στη Δημοτική (Filos Pergamos)

4 Ή καταφρονείς τον πλούτο τής αγαθότητάς του και της υπομονής και της μακροθυμίας, αγνοώντας ότι η αγαθότητα του Θεού σε φέρνει σε μετάνοια;

Δείτε το κεφάλαιο αντίγραφο

Νεοελληνική Μετάφραση Λόγου

4 Ή μήπως υποτιμάς τον πλούτο του σε καλοσύνη κι ανεκτικότητα και μακροθυμία, χωρίς να συναισθάνεσαι ότι η αγαθότητα του Θεού είναι ο δρόμος που σε οδηγεί στη μετάνοια;

Δείτε το κεφάλαιο αντίγραφο

Η Καινή Διαθήκη του Κυρίου και Σωτήρος ημών Ιησού Χριστού κατά νεοελληνικήν απόδοσιν

4 Ἢ καταφρονεῖς τὸν πλοῦτον τῆς καλωσύνης του καὶ τὴν ἀνοχὴν καὶ μακροθυμίαν του καὶ δὲν ἀναγνωρίζεις ὅτι ἡ καλωσύνη τοῦ Θεοῦ σὲ ὁδηγεῖ εἰς μετάνοιαν;

Δείτε το κεφάλαιο αντίγραφο

Η Αγία Γραφή (Παλαιά και Καινή Διαθήκη)

4 Ή περιφρονείς την άπειρη καλοσύνη, την ανεκτικότητα και τη μακροθυμία του Θεού; Ξεχνάς πως η αγαθότητα του Θεού θέλει να σε οδηγήσει στη μετάνοια;

Δείτε το κεφάλαιο αντίγραφο

Η Αγία Γραφή με τα Δευτεροκανονικά (Παλαιά και Καινή Διαθήκη)

4 Ή περιφρονείς την άπειρη καλοσύνη, την ανεκτικότητα και τη μακροθυμία του Θεού; Ξεχνάς πως η αγαθότητα του Θεού θέλει να σε οδηγήσει στη μετάνοια;

Δείτε το κεφάλαιο αντίγραφο

Textus Receptus (Scrivener 1894)

4 η του πλουτου της χρηστοτητος αυτου και της ανοχης και της μακροθυμιας καταφρονεις αγνοων οτι το χρηστον του θεου εις μετανοιαν σε αγει

Δείτε το κεφάλαιο αντίγραφο




Προς Ρωμαίους 2:4
51 Σταυροειδείς Αναφορές  

ου γαρ εστιν διαστολη ιουδαιου τε και ελληνος ο γαρ αυτος κυριος παντων πλουτων εις παντας τους επικαλουμενους αυτον


ιδε ουν χρηστοτητα και αποτομιαν θεου επι μεν τους πεσοντας αποτομιαν επι δε σε χρηστοτητα εαν επιμεινης τη χρηστοτητι επει και συ εκκοπηση


ω βαθος πλουτου και σοφιας και γνωσεως θεου ως ανεξερευνητα τα κριματα αυτου και ανεξιχνιαστοι αι οδοι αυτου


ον προεθετο ο θεος ιλαστηριον δια της πιστεως εν τω αυτου αιματι εις ενδειξιν της δικαιοσυνης αυτου δια την παρεσιν των προγεγονοτων αμαρτηματων


τι ουν ερουμεν επιμενομεν τη αμαρτια ινα η χαρις πλεοναση


τι ουν αμαρτησομεν οτι ουκ εσμεν υπο νομον αλλ υπο χαριν μη γενοιτο


οτι εν πολλη δοκιμη θλιψεως η περισσεια της χαρας αυτων και η κατα βαθους πτωχεια αυτων επερισσευσεν εις τον πλουτον της απλοτητος αυτων


πεφωτισμενους τους οφθαλμους της καρδιας υμων εις το ειδεναι υμας τις εστιν η ελπις της κλησεως αυτου και τις ο πλουτος της δοξης της κληρονομιας αυτου εν τοις αγιοις


εν ω εχομεν την απολυτρωσιν δια του αιματος αυτου την αφεσιν των παραπτωματων κατα τον πλουτον της χαριτος αυτου


ο δε θεος πλουσιος ων εν ελεει δια την πολλην αγαπην αυτου ην ηγαπησεν ημας


ινα ενδειξηται εν τοις αιωσιν τοις επερχομενοις τον υπερβαλλοντα πλουτον της χαριτος αυτου εν χρηστοτητι εφ ημας εν χριστω ιησου


ινα δωη υμιν κατα τον πλουτον της δοξης αυτου δυναμει κραταιωθηναι δια του πνευματος αυτου εις τον εσω ανθρωπον


εμοι τω ελαχιστοτερω παντων αγιων εδοθη η χαρις αυτη εν τοις εθνεσιν ευαγγελισασθαι τον ανεξιχνιαστον πλουτον του χριστου


ο δε θεος μου πληρωσει πασαν χρειαν υμων κατα τον πλουτον αυτου εν δοξη εν χριστω ιησου


οις ηθελησεν ο θεος γνωρισαι τι το πλουτος της δοξης του μυστηριου τουτου εν τοις εθνεσιν ος εστιν χριστος εν υμιν η ελπις της δοξης


ινα παρακληθωσιν αι καρδιαι αυτων συμβιβασθεντων εν αγαπη και εις παντα πλουτον της πληροφοριας της συνεσεως εις επιγνωσιν του μυστηριου του θεου και πατρος και του χριστου


αλλα δια τουτο ηλεηθην ινα εν εμοι πρωτω ενδειξηται ιησους χριστος την πασαν μακροθυμιαν προς υποτυπωσιν των μελλοντων πιστευειν επ αυτω εις ζωην αιωνιον


τοις πλουσιοις εν τω νυν αιωνι παραγγελλε μη υψηλοφρονειν μηδε ηλπικεναι επι πλουτου αδηλοτητι αλλ εν τω θεω τω ζωντι τω παρεχοντι ημιν παντα πλουσιως εις απολαυσιν


απειθησασιν ποτε οτε απεξεδεχετο η του θεου μακροθυμια εν ημεραις νωε κατασκευαζομενης κιβωτου εις ην ολιγαι τουτ εστιν οκτω ψυχαι διεσωθησαν δι υδατος


ουτως γαρ πλουσιως επιχορηγηθησεται υμιν η εισοδος εις την αιωνιον βασιλειαν του κυριου ημων και σωτηρος ιησου χριστου


και την του κυριου ημων μακροθυμιαν σωτηριαν ηγεισθε καθως και ο αγαπητος ημων αδελφος παυλος κατα την αυτω δοθεισαν σοφιαν εγραψεν υμιν


τουτο πρωτον γινωσκοντες οτι ελευσονται επ εσχατου των ημερων εμπαικται κατα τας ιδιας επιθυμιας αυτων πορευομενοι


ου βραδυνει ο κυριος της επαγγελιας ως τινες βραδυτητα ηγουνται αλλα μακροθυμει εις ημας μη βουλομενος τινας απολεσθαι αλλα παντας εις μετανοιαν χωρησαι


και εδωκα αυτη χρονον ινα μετανοηση και ου θελει μετανοησαι εκ της πορνειας αυτης


ιδου εστηκα επι την θυραν και κρουω εαν τις ακουση της φωνης μου και ανοιξη την θυραν και εισελευσομαι προς αυτον και δειπνησω μετ αυτου και αυτος μετ εμου


Ακολουθησε μας:

Διαφημίσεις


Διαφημίσεις