Biblia Todo Logo
Διαδικτυακή Βίβλος
- Διαφημίσεις -




Προς Κορινθίους Α' 4:5 - Byzantine Majority Text 2000

5 ωστε μη προ καιρου τι κρινετε εως αν ελθη ο κυριος ος και φωτισει τα κρυπτα του σκοτους και φανερωσει τας βουλας των καρδιων και τοτε ο επαινος γενησεται εκαστω απο του θεου

Δείτε το κεφάλαιο αντίγραφο


Περισσότερες εκδόσεις

H Αγία Γραφή στη Δημοτική (Filos Pergamos)

5 Ώστε, μη κρίνετε τίποτε προ καιρού, μέχρις ότου έρθει ο Kύριος· ο οποίος και θα φέρει στο φως τα κρυφά που υπάρχουν στο σκοτάδι, και θα φανερώσει τις βουλές των καρδιών· και τότε ο έπαινος θα γίνει στον κάθε έναν από τον Θεό.

Δείτε το κεφάλαιο αντίγραφο

Νεοελληνική Μετάφραση Λόγου

5 Επομένως, για τίποτε μη βγάζετε πρόωρα συμπεράσματα, ώσπου να έρθει ο Κύριος, ο οποίος θα φωτίσει όλα εκείνα που είναι κρυμμένα στο σκοτάδι και θ’ αποκαλύψει τις προθέσεις των καρδιών. Kαι τότε ο έπαινος στον καθένα θα γίνει από τον Θεό.

Δείτε το κεφάλαιο αντίγραφο

Η Καινή Διαθήκη του Κυρίου και Σωτήρος ημών Ιησού Χριστού κατά νεοελληνικήν απόδοσιν

5 Ὥστε μὴ κρίνετε τίποτε πρὶν ἀπὸ τὸν ὡρισμένον καιρόν, ἕως ὅτου ἔλθῃ ὁ Κύριος, ὁ ὁποῖος θὰ φέρῃ στὸ φῶς τὰ πράγματα ποὺ κρύβονται στὸ σκοτάδι καὶ θὰ φανερώσῃ τὰς σκέψεις τῶν καρδιῶν· τότε ὁ καθένας θὰ πάρῃ τὸν ἔπαινόν του ἀπὸ τὸν Θεόν.

Δείτε το κεφάλαιο αντίγραφο

Η Αγία Γραφή (Παλαιά και Καινή Διαθήκη)

5 Γι’ αυτό μη βιάζεστε να κρίνετε και να βγάζετε αποφάσεις, ωσότου έρθει ο Κύριος. Εκείνος θα ρίξει φως σε ό,τι είναι κρυμμένο στο σκοτάδι και θα φέρει στην επιφάνεια τις κρυφές προθέσεις της καρδιάς μας· και τότε ο καθένας θα λάβει από το Θεό τον έπαινο που του αξίζει.

Δείτε το κεφάλαιο αντίγραφο

Η Αγία Γραφή με τα Δευτεροκανονικά (Παλαιά και Καινή Διαθήκη)

5 Γι’ αυτό μη βιάζεστε να κρίνετε και να βγάζετε αποφάσεις, ωσότου έρθει ο Κύριος. Εκείνος θα ρίξει φως σε ό,τι είναι κρυμμένο στο σκοτάδι και θα φέρει στην επιφάνεια τις κρυφές προθέσεις της καρδιάς μας· και τότε ο καθένας θα λάβει από το Θεό τον έπαινο που του αξίζει.

Δείτε το κεφάλαιο αντίγραφο

Textus Receptus (Scrivener 1894)

5 ωστε μη προ καιρου τι κρινετε εως αν ελθη ο κυριος ος και φωτισει τα κρυπτα του σκοτους και φανερωσει τας βουλας των καρδιων και τοτε ο επαινος γενησεται εκαστω απο του θεου

Δείτε το κεφάλαιο αντίγραφο




Προς Κορινθίους Α' 4:5
48 Σταυροειδείς Αναφορές  

μη ουν φοβηθητε αυτους ουδεν γαρ εστιν κεκαλυμμενον ο ουκ αποκαλυφθησεται και κρυπτον ο ου γνωσθησεται


και τοτε φανησεται το σημειον του υιου του ανθρωπου εν τω ουρανω και τοτε κοψονται πασαι αι φυλαι της γης και οψονται τον υιον του ανθρωπου ερχομενον επι των νεφελων του ουρανου μετα δυναμεως και δοξης πολλης


μακαριος ο δουλος εκεινος ον ελθων ο κυριος αυτου ευρησει ποιουντα ουτως


εφη δε αυτω ο κυριος αυτου ευ δουλε αγαθε και πιστε επι ολιγα ης πιστος επι πολλων σε καταστησω εισελθε εις την χαραν του κυριου σου


εφη αυτω ο κυριος αυτου ευ δουλε αγαθε και πιστε επι ολιγα ης πιστος επι πολλων σε καταστησω εισελθε εις την χαραν του κυριου σου


και μη κρινετε και ου μη κριθητε μη καταδικαζετε και ου μη καταδικασθητε απολυετε και απολυθησεσθε


λεγει αυτω ο ιησους εαν αυτον θελω μενειν εως ερχομαι τι προς σε συ ακολουθει μοι


εξηλθεν ουν ο λογος ουτος εις τους αδελφους οτι ο μαθητης εκεινος ουκ αποθνησκει και ουκ ειπεν αυτω ο ιησους οτι ουκ αποθνησκει αλλ εαν αυτον θελω μενειν εως ερχομαι τι προς σε


πως δυνασθε υμεις πιστευσαι δοξαν παρα αλληλων λαμβανοντες και την δοξαν την παρα του μονου θεου ου ζητειτε


συ τις ει ο κρινων αλλοτριον οικετην τω ιδιω κυριω στηκει η πιπτει σταθησεται δε δυνατος γαρ εστιν ο θεος στησαι αυτον


διο αναπολογητος ει ω ανθρωπε πας ο κρινων εν ω γαρ κρινεις τον ετερον σεαυτον κατακρινεις τα γαρ αυτα πρασσεις ο κρινων


εν ημερα οτε κρινει ο θεος τα κρυπτα των ανθρωπων κατα το ευαγγελιον μου δια ιησου χριστου


αλλ ο εν τω κρυπτω ιουδαιος και περιτομη καρδιας εν πνευματι ου γραμματι ου ο επαινος ουκ εξ ανθρωπων αλλ εκ του θεου


τοις μεν καθ υπομονην εργου αγαθου δοξαν και τιμην και αφθαρσιαν ζητουσιν ζωην αιωνιον


ωστε υμας μη υστερεισθαι εν μηδενι χαρισματι απεκδεχομενους την αποκαλυψιν του κυριου ημων ιησου χριστου


ει δε τις δοκει φιλονεικος ειναι ημεις τοιαυτην συνηθειαν ουκ εχομεν ουδε αι εκκλησιαι του θεου


οσακις γαρ αν εσθιητε τον αρτον τουτον και το ποτηριον τουτο πινητε τον θανατον του κυριου καταγγελλετε αχρις ου αν ελθη


εκαστος δε εν τω ιδιω ταγματι απαρχη χριστος επειτα οι του χριστου εν τη παρουσια αυτου


εκαστου το εργον φανερον γενησεται η γαρ ημερα δηλωσει οτι εν πυρι αποκαλυπτεται και εκαστου το εργον οποιον εστιν το πυρ δοκιμασει


ει τινος το εργον μενει ο εποικοδομησεν μισθον ληψεται


ο φυτευων δε και ο ποτιζων εν εισιν εκαστος δε τον ιδιον μισθον ληψεται κατα τον ιδιον κοπον


ου γαρ ο εαυτον συνιστων εκεινος εστιν δοκιμος αλλ ον ο κυριος συνιστησιν


ινα μη δοξω ως αν εκφοβειν υμας δια των επιστολων


αλλα απειπαμεθα τα κρυπτα της αισχυνης μη περιπατουντες εν πανουργια μηδε δολουντες τον λογον του θεου αλλα τη φανερωσει της αληθειας συνιστωντες εαυτους προς πασαν συνειδησιν ανθρωπων ενωπιον του θεου


τους γαρ παντας ημας φανερωθηναι δει εμπροσθεν του βηματος του χριστου ινα κομισηται εκαστος τα δια του σωματος προς α επραξεν ειτε αγαθον ειτε κακον


αυτοι γαρ ακριβως οιδατε οτι η ημερα κυριου ως κλεπτης εν νυκτι ουτως ερχεται


και ουκ εστιν κτισις αφανης ενωπιον αυτου παντα δε γυμνα και τετραχηλισμενα τοις οφθαλμοις αυτου προς ον ημιν ο λογος


μη καταλαλειτε αλληλων αδελφοι ο καταλαλων αδελφου και κρινων τον αδελφον αυτου καταλαλει νομου και κρινει νομον ει δε νομον κρινεις ουκ ει ποιητης νομου αλλα κριτης


μακροθυμησατε ουν αδελφοι εως της παρουσιας του κυριου ιδου ο γεωργος εκδεχεται τον τιμιον καρπον της γης μακροθυμων επ αυτον εως λαβη υετον πρωιμον και οψιμον


μη στεναζετε κατ αλληλων αδελφοι ινα μη κριθητε ιδου ο κριτης προ των θυρων εστηκεν


ινα το δοκιμιον υμων της πιστεως πολυ τιμιωτερον χρυσιου του απολλυμενου δια πυρος δε δοκιμαζομενου ευρεθη εις επαινον και τιμην και εις δοξαν εν αποκαλυψει ιησου χριστου


και φανερωθεντος του αρχιποιμενος κομιεισθε τον αμαραντινον της δοξης στεφανον


προσδοκωντας και σπευδοντας την παρουσιαν της του θεου ημερας δι ην ουρανοι πυρουμενοι λυθησονται και στοιχεια καυσουμενα τηκεται


και λεγοντες που εστιν η επαγγελια της παρουσιας αυτου αφ ης γαρ οι πατερες εκοιμηθησαν παντα ουτως διαμενει απ αρχης κτισεως


προεφητευσεν δε και τουτοις εβδομος απο αδαμ ενωχ λεγων ιδου ηλθεν κυριος εν αγιαις μυριασιν αυτου


ιδου ερχεται μετα των νεφελων και οψεται αυτον πας οφθαλμος και οιτινες αυτον εξεκεντησαν και κοψονται επ αυτον πασαι αι φυλαι της γης ναι αμην


και ειδον τους νεκρους τους μεγαλους και τους μικρους εστωτας ενωπιον του θρονου και βιβλια ηνεωχθησαν και αλλο βιβλιον ηνεωχθη ο εστιν της ζωης και εκριθησαν οι νεκροι εκ των γεγραμμενων εν τοις βιβλιοις κατα τα εργα αυτων


Ακολουθησε μας:

Διαφημίσεις


Διαφημίσεις