Biblia Todo Logo
Διαδικτυακή Βίβλος
- Διαφημίσεις -




Προς Εβραίους 2:14 - Byzantine Majority Text 2000

14 επει ουν τα παιδια κεκοινωνηκεν σαρκος και αιματος και αυτος παραπλησιως μετεσχεν των αυτων ινα δια του θανατου καταργηση τον το κρατος εχοντα του θανατου τουτ εστιν τον διαβολον

Δείτε το κεφάλαιο αντίγραφο


Περισσότερες εκδόσεις

H Αγία Γραφή στη Δημοτική (Filos Pergamos)

14 Eπειδή, λοιπόν, τα παιδιά έγιναν κοινωνοί σάρκας και αίματος, και αυτός παρόμοια έγινε μέτοχος από τα ίδια, για να καταργήσει, διαμέσου τού θανάτου, αυτόν που έχει το κράτος τού θανάτου, δηλαδή, τον διάβολο,

Δείτε το κεφάλαιο αντίγραφο

Νεοελληνική Μετάφραση Λόγου

14 Αφού, λοιπόν, «τα παιδιά» ήταν άνθρωποι με σάρκα και αίμα, έτσι κι αυτός, για να βρεθεί πλάι πλάι μ’ αυτούς, πήρε σάρκα και αίμα σαν κι αυτούς, ώστε με το θάνατό του να καταργήσει τον κυρίαρχο του θανάτου, δηλαδή το διάβολο,

Δείτε το κεφάλαιο αντίγραφο

Η Καινή Διαθήκη του Κυρίου και Σωτήρος ημών Ιησού Χριστού κατά νεοελληνικήν απόδοσιν

14 Ἐπειδὴ λοιπὸν τὰ παιδιὰ ἔχουν αἷμα καὶ σάρκα, διὰ τοῦτο καὶ αὐτός, κατὰ παρόμοιον τρόπον, ἔγινε μέτοχος τῶν ἰδίων, διὰ νὰ καταργήσῃ διὰ τοῦ θανάτου ἐκεῖνον ποὺ ἔχει τὴν δύναμιν τοῦ θανάτου, δηλαδὴ τὸν διάβολον,

Δείτε το κεφάλαιο αντίγραφο

Η Αγία Γραφή (Παλαιά και Καινή Διαθήκη)

14 Επειδή λοιπόν τα παιδιά αυτά ήταν άνθρωποι, έγινε κι ο Ιησούς άνθρωπος, για να καταργήσει με το θάνατό του αυτόν που εξουσίαζε το θάνατο, δηλαδή το διάβολο.

Δείτε το κεφάλαιο αντίγραφο

Η Αγία Γραφή με τα Δευτεροκανονικά (Παλαιά και Καινή Διαθήκη)

14 Επειδή λοιπόν τα παιδιά αυτά ήταν άνθρωποι, έγινε κι ο Ιησούς άνθρωπος, για να καταργήσει με το θάνατό του αυτόν που εξουσίαζε το θάνατο, δηλαδή το διάβολο.

Δείτε το κεφάλαιο αντίγραφο

Textus Receptus (Scrivener 1894)

14 επει ουν τα παιδια κεκοινωνηκεν σαρκος και αιματος και αυτος παραπλησιως μετεσχεν των αυτων ινα δια του θανατου καταργηση τον το κρατος εχοντα του θανατου τουτ εστιν τον διαβολον

Δείτε το κεφάλαιο αντίγραφο




Προς Εβραίους 2:14
32 Σταυροειδείς Αναφορές  

και αποκριθεις ο ιησους ειπεν αυτω μακαριος ει σιμων βαρ ιωνα οτι σαρξ και αιμα ουκ απεκαλυψεν σοι αλλ ο πατηρ μου ο εν τοις ουρανοις


τοτε ερει και τοις εξ ευωνυμων πορευεσθε απ εμου οι κατηραμενοι εις το πυρ το αιωνιον το ητοιμασμενον τω διαβολω και τοις αγγελοις αυτου


και ο λογος σαρξ εγενετο και εσκηνωσεν εν ημιν και εθεασαμεθα την δοξαν αυτου δοξαν ως μονογενους παρα πατρος πληρης χαριτος και αληθειας


αμην αμην λεγω υμιν εαν μη ο κοκκος του σιτου πεσων εις την γην αποθανη αυτος μονος μενει εαν δε αποθανη πολυν καρπον φερει


εις τουτο γαρ χριστος και απεθανεν και ανεστη και εζησεν ινα και νεκρων και ζωντων κυριευση


το γαρ αδυνατον του νομου εν ω ησθενει δια της σαρκος ο θεος τον εαυτου υιον πεμψας εν ομοιωματι σαρκος αμαρτιας και περι αμαρτιας κατεκρινεν την αμαρτιαν εν τη σαρκι


και τα αγενη του κοσμου και τα εξουθενημενα εξελεξατο ο θεος και τα μη οντα ινα τα οντα καταργηση


τουτο δε φημι αδελφοι οτι σαρξ και αιμα βασιλειαν θεου κληρονομησαι ου δυνανται ουδε η φθορα την αφθαρσιαν κληρονομει


οτε δε ηλθεν το πληρωμα του χρονου εξαπεστειλεν ο θεος τον υιον αυτου γενομενον εκ γυναικος γενομενον υπο νομον


απεκδυσαμενος τας αρχας και τας εξουσιας εδειγματισεν εν παρρησια θριαμβευσας αυτους εν αυτω


και ομολογουμενως μεγα εστιν το της ευσεβειας μυστηριον θεος εφανερωθη εν σαρκι εδικαιωθη εν πνευματι ωφθη αγγελοις εκηρυχθη εν εθνεσιν επιστευθη εν κοσμω ανεληφθη εν δοξη


φανερωθεισαν δε νυν δια της επιφανειας του σωτηρος ημων ιησου χριστου καταργησαντος μεν τον θανατον φωτισαντος δε ζωην και αφθαρσιαν δια του ευαγγελιου


εν ω θεληματι ηγιασμενοι εσμεν οι δια της προσφορας του σωματος ιησου χριστου εφαπαξ


διο εισερχομενος εις τον κοσμον λεγει θυσιαν και προσφοραν ουκ ηθελησας σωμα δε κατηρτισω μοι


οθεν ωφειλεν κατα παντα τοις αδελφοις ομοιωθηναι ινα ελεημων γενηται και πιστος αρχιερευς τα προς τον θεον εις το ιλασκεσθαι τας αμαρτιας του λαου


εν ω γαρ πεπονθεν αυτος πειρασθεις δυναται τοις πειραζομενοις βοηθησαι


ου γαρ εχομεν αρχιερεα μη δυναμενον συμπαθησαι ταις ασθενειαις ημων πεπειραμενον δε κατα παντα καθ ομοιοτητα χωρις αμαρτιας


και δια τουτο διαθηκης καινης μεσιτης εστιν οπως θανατου γενομενου εις απολυτρωσιν των επι τη πρωτη διαθηκη παραβασεων την επαγγελιαν λαβωσιν οι κεκλημενοι της αιωνιου κληρονομιας


προεγνωσμενου μεν προ καταβολης κοσμου φανερωθεντος δε επ εσχατων των χρονων δι υμας


και ο ζων και εγενομην νεκρος και ιδου ζων ειμι εις τους αιωνας των αιωνων αμην και εχω τας κλεις του θανατου και του αδου


και εβληθη ο δρακων ο μεγας ο οφις ο αρχαιος ο καλουμενος διαβολος και σατανας ο πλανων την οικουμενην ολην εβληθη εις την γην και οι αγγελοι αυτου μετ αυτου εβληθησαν


μηδεν φοβου α μελλεις πασχειν ιδου δη μελλει βαλειν ο διαβολος εξ υμων εις φυλακην ινα πειρασθητε και εξετε θλιψιν ημερων δεκα γινου πιστος αχρι θανατου και δωσω σοι τον στεφανον της ζωης


και εκρατησεν τον δρακοντα τον οφιν τον αρχαιον ος εστιν διαβολος και ο σατανας ο πλανων την οικουμενην ολην και εδησεν αυτον χιλια ετη


Ακολουθησε μας:

Διαφημίσεις


Διαφημίσεις