Biblia Todo Logo
Διαδικτυακή Βίβλος
- Διαφημίσεις -




Κατά Ματθαίον 5:22 - Byzantine Majority Text 2000

22 εγω δε λεγω υμιν οτι πας ο οργιζομενος τω αδελφω αυτου εικη ενοχος εσται τη κρισει ος δ αν ειπη τω αδελφω αυτου ρακα ενοχος εσται τω συνεδριω ος δ αν ειπη μωρε ενοχος εσται εις την γεενναν του πυρος

Δείτε το κεφάλαιο αντίγραφο


Περισσότερες εκδόσεις

H Αγία Γραφή στη Δημοτική (Filos Pergamos)

22 Eγώ, όμως, σας λέω ότι, καθένας που οργίζεται αναίτια ενάντια στον αδελφό του, θα είναι ένοχος στην κρίση, και όποιος πει στον αδελφό του: Pακά,4 θα είναι ένοχος στο συνέδριο· και όποιος πει: Mωρέ, θα είναι ένοχος στη γέεννα της φωτιάς.

Δείτε το κεφάλαιο αντίγραφο

Νεοελληνική Μετάφραση Λόγου

22 Eγώ όμως σας λέω πως ο καθένας που οργίζεται αδικαιολόγητα κατά του αδελφού του, θα κηρυχτεί ένοχος στην Kρίση. Kαι όποιος αποκαλέσει ηλίθιο τον αδελφό του, θα κηρυχτεί ένοχος στο Δικαστήριο. Kαι όποιος τον πει βλάκα, θα κηρυχτεί ένοχος για τη γέεννα της φωτιάς.

Δείτε το κεφάλαιο αντίγραφο

Η Καινή Διαθήκη του Κυρίου και Σωτήρος ημών Ιησού Χριστού κατά νεοελληνικήν απόδοσιν

22 Ἐγὼ ὅμως σᾶς λέγω, ὅτι καθένας ποὺ ὀργίζεται ἐναντίον τοῦ ἀδελφοῦ του χωρὶς λόγον, πρέπει νὰ δικασθῇ. Ἐκεῖνος δέ, ποὺ θὰ πῇ εἰς τὸν ἀδελφόν του «Ρακά», αὐτὸς πρέπει νὰ παραπεμφθῇ εἰς τὸ Συνέδριον. Ἐκεῖνος πάλιν ποὺ θὰ πῇ, «Μωρέ», αὐτὸς πρέπει νὰ παραδοθῇ εἰς τὴν πυρίνην γέενναν.

Δείτε το κεφάλαιο αντίγραφο

Η Αγία Γραφή (Παλαιά και Καινή Διαθήκη)

22 Εγώ όμως σας λέω πως ακόμα κι όποιος οργίζεται εναντίον του αδερφού του χωρίς λόγο, πρέπει να καταδικαστεί από το τοπικό δικαστήριο. Κι όποιος πει τον αδερφό του “ρακά”, δηλαδή “ανόητο”, πρέπει να καταδικαστεί από το μεγάλο συνέδριο. Κι όποιος τον πει “μωρέ”, δηλαδή “ηλίθιο”, πρέπει να καταδικαστεί στη φωτιά της κόλασης.

Δείτε το κεφάλαιο αντίγραφο

Η Αγία Γραφή με τα Δευτεροκανονικά (Παλαιά και Καινή Διαθήκη)

22 Εγώ όμως σας λέω πως ακόμα κι όποιος οργίζεται εναντίον του αδερφού του χωρίς λόγο, πρέπει να καταδικαστεί από το τοπικό δικαστήριο. Κι όποιος πει τον αδερφό του “ρακά”, δηλαδή “ανόητο”, πρέπει να καταδικαστεί από το μεγάλο συνέδριο. Κι όποιος τον πει “μωρέ”, δηλαδή “ηλίθιο”, πρέπει να καταδικαστεί στη φωτιά της κόλασης.

Δείτε το κεφάλαιο αντίγραφο

Textus Receptus (Scrivener 1894)

22 εγω δε λεγω υμιν οτι πας ο οργιζομενος τω αδελφω αυτου εικη ενοχος εσται τη κρισει ος δ αν ειπη τω αδελφω αυτου ρακα ενοχος εσται τω συνεδριω ος δ αν ειπη μωρε ενοχος εσται εις την γεενναν του πυρος

Δείτε το κεφάλαιο αντίγραφο




Κατά Ματθαίον 5:22
93 Σταυροειδείς Αναφορές  

προσεχετε δε απο των ανθρωπων παραδωσουσιν γαρ υμας εις συνεδρια και εν ταις συναγωγαις αυτων μαστιγωσουσιν υμας


και μη φοβεισθε απο των αποκτενοντων το σωμα την δε ψυχην μη δυναμενων αποκτειναι φοβηθητε δε μαλλον τον δυναμενον και την ψυχην και το σωμα απολεσαι εν γεεννη


οι δε φαρισαιοι ακουσαντες ειπον ουτος ουκ εκβαλλει τα δαιμονια ει μη εν τω βεελζεβουλ αρχοντι των δαιμονιων


ετι αυτου λαλουντος ιδου νεφελη φωτεινη επεσκιασεν αυτους και ιδου φωνη εκ της νεφελης λεγουσα ουτος εστιν ο υιος μου ο αγαπητος εν ω ευδοκησα αυτου ακουετε


τοτε προσελθων αυτω ο πετρος ειπεν κυριε ποσακις αμαρτησει εις εμε ο αδελφος μου και αφησω αυτω εως επτακις


ουτως και ο πατηρ μου ο επουρανιος ποιησει υμιν εαν μη αφητε εκαστος τω αδελφω αυτου απο των καρδιων υμων τα παραπτωματα αυτων


ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι περιαγετε την θαλασσαν και την ξηραν ποιησαι ενα προσηλυτον και οταν γενηται ποιειτε αυτον υιον γεεννης διπλοτερον υμων


οφεις γεννηματα εχιδνων πως φυγητε απο της κρισεως της γεεννης


τοτε ερει και τοις εξ ευωνυμων πορευεσθε απ εμου οι κατηραμενοι εις το πυρ το αιωνιον το ητοιμασμενον τω διαβολω και τοις αγγελοις αυτου


οι δε αρχιερεις και οι πρεσβυτεροι και το συνεδριον ολον εζητουν ψευδομαρτυριαν κατα του ιησου οπως θανατωσωσιν αυτον


και ιδου φωνη εκ των ουρανων λεγουσα ουτος εστιν ο υιος μου ο αγαπητος εν ω ευδοκησα


εγω δε λεγω υμιν μη ομοσαι ολως μητε εν τω ουρανω οτι θρονος εστιν του θεου


εγω δε λεγω υμιν αγαπατε τους εχθρους υμων ευλογειτε τους καταρωμενους υμας καλως ποιειτε τοις μισουσιν υμας και προσευχεσθε υπερ των επηρεαζοντων υμας και διωκοντων υμας


οι δε αρχιερεις και ολον το συνεδριον εζητουν κατα του ιησου μαρτυριαν εις το θανατωσαι αυτον και ουχ ευρισκον


και ευθεως επι το πρωι συμβουλιον ποιησαντες οι αρχιερεις μετα των πρεσβυτερων και γραμματεων και ολον το συνεδριον δησαντες τον ιησουν απηνεγκαν και παρεδωκαν τω πιλατω


υποδειξω δε υμιν τινα φοβηθητε φοβηθητε τον μετα το αποκτειναι εξουσιαν εχοντα εμβαλειν εις την γεενναν ναι λεγω υμιν τουτον φοβηθητε


και ως εγενετο ημερα συνηχθη το πρεσβυτεριον του λαου αρχιερεις και γραμματεις και ανηγαγον αυτον εις το συνεδριον αυτων λεγοντες


συνηγαγον ουν οι αρχιερεις και οι φαρισαιοι συνεδριον και ελεγον τι ποιουμεν οτι ουτος ο ανθρωπος πολλα σημεια ποιει


αλλ ινα πληρωθη ο λογος ο γεγραμμενος εν τω νομω αυτων οτι εμισησαν με δωρεαν


απεκριθη ο οχλος και ειπεν δαιμονιον εχεις τις σε ζητει αποκτειναι


απεκριθησαν ουν οι ιουδαιοι και ειπον αυτω ου καλως λεγομεν ημεις οτι σαμαρειτης ει συ και δαιμονιον εχεις


τινες δε και των επικουρειων και των στοικων φιλοσοφων συνεβαλλον αυτω και τινες ελεγον τι αν θελοι ο σπερμολογος ουτος λεγειν οι δε ξενων δαιμονιων δοκει καταγγελευς ειναι οτι τον ιησουν και την αναστασιν ευηγγελιζετο


τη δε επαυριον βουλομενος γνωναι το ασφαλες το τι κατηγορειται παρα των ιουδαιων ελυσεν αυτον απο των δεσμων και εκελευσεν ελθειν τους αρχιερεις και ολον το συνεδριον αυτων και καταγαγων τον παυλον εστησεν εις αυτους


ατενισας δε ο παυλος τω συνεδριω ειπεν ανδρες αδελφοι εγω παση συνειδησει αγαθη πεπολιτευμαι τω θεω αχρι ταυτης της ημερας


η περι μιας ταυτης φωνης ης εκραξα εστως εν αυτοις οτι περι αναστασεως νεκρων εγω κρινομαι σημερον υφ υμων


κελευσαντες δε αυτους εξω του συνεδριου απελθειν συνεβαλλον προς αλληλους


ακουσαντες δε εισηλθον υπο τον ορθρον εις το ιερον και εδιδασκον παραγενομενος δε ο αρχιερευς και οι συν αυτω συνεκαλεσαν το συνεδριον και πασαν την γερουσιαν των υιων ισραηλ και απεστειλαν εις το δεσμωτηριον αχθηναι αυτους


αγαγοντες δε αυτους εστησαν εν τω συνεδριω και επηρωτησεν αυτους ο αρχιερευς


συνεκινησαν τε τον λαον και τους πρεσβυτερους και τους γραμματεις και επισταντες συνηρπασαν αυτον και ηγαγον εις το συνεδριον


και ατενισαντες εις αυτον απαντες οι καθεζομενοι εν τω συνεδριω ειδον το προσωπον αυτου ωσει προσωπον αγγελου


ουτος εστιν ο μωσης ο ειπων τοις υιοις ισραηλ προφητην υμιν αναστησει κυριος ο θεος ημων εκ των αδελφων υμων ως εμε


τη φιλαδελφια εις αλληλους φιλοστοργοι τη τιμη αλληλους προηγουμενοι


ουτε πλεονεκται ουτε κλεπται ουτε μεθυσοι ου λοιδοροι ουχ αρπαγες βασιλειαν θεου ου κληρονομησουσιν


αλλα αδελφος μετα αδελφου κρινεται και τουτο επι απιστων


το μη υπερβαινειν και πλεονεκτειν εν τω πραγματι τον αδελφον αυτου διοτι εκδικος ο κυριος περι παντων τουτων καθως και προειπομεν υμιν και διεμαρτυραμεθα


μηδενα βλασφημειν αμαχους ειναι επιεικεις πασαν ενδεικνυμενους πραοτητα προς παντας ανθρωπους


βλεπετε μη παραιτησησθε τον λαλουντα ει γαρ εκεινοι ουκ εφυγον τον επι γης παραιτησαμενοι χρηματιζοντα πολλω μαλλον ημεις οι τον απ ουρανων αποστρεφομενοι


και τελειωθεις εγενετο τοις υπακουουσιν αυτω πασιν αιτιος σωτηριας αιωνιου


θελεις δε γνωναι ω ανθρωπε κενε οτι η πιστις χωρις των εργων νεκρα εστιν


και η γλωσσα πυρ ο κοσμος της αδικιας ουτως η γλωσσα καθισταται εν τοις μελεσιν ημων η σπιλουσα ολον το σωμα και φλογιζουσα τον τροχον της γενεσεως και φλογιζομενη υπο της γεεννης


ος λοιδορουμενος ουκ αντελοιδορει πασχων ουκ ηπειλει παρεδιδου δε τω κρινοντι δικαιως


μη αποδιδοντες κακον αντι κακου η λοιδοριαν αντι λοιδοριας τουναντιον δε ευλογουντες ειδοτες οτι εις τουτο εκληθητε ινα ευλογιαν κληρονομησητε


ο λεγων εν τω φωτι ειναι και τον αδελφον αυτου μισων εν τη σκοτια εστιν εως αρτι


εν τουτω φανερα εστιν τα τεκνα του θεου και τα τεκνα του διαβολου πας ο μη ποιων δικαιοσυνην ουκ εστιν εκ του θεου και ο μη αγαπων τον αδελφον αυτου


εαν τις ιδη τον αδελφον αυτου αμαρτανοντα αμαρτιαν μη προς θανατον αιτησει και δωσει αυτω ζωην τοις αμαρτανουσιν μη προς θανατον εστιν αμαρτια προς θανατον ου περι εκεινης λεγω ινα ερωτηση


ο δε μιχαηλ ο αρχαγγελος οτε τω διαβολω διακρινομενος διελεγετο περι του μωσεως σωματος ουκ ετολμησεν κρισιν επενεγκειν βλασφημιας αλλ ειπεν επιτιμησαι σοι κυριος


και ο θανατος και ο αδης εβληθησαν εις την λιμνην του πυρος ουτος ο θανατος ο δευτερος εστιν η λιμνη του πυρος


Ακολουθησε μας:

Διαφημίσεις


Διαφημίσεις